Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(30) τὰς δὲ πολυχρονίους ἀναγωγὰς ἴσχει πράσου καρπός, μύρτου σπέρμα μεθ’ ὕδατος ποθέν, μᾶλλον δὲ μετὰ μύρτων χυλοῦ, ἄγνου τριώβολον μετ’ ὀξυκράτου, ῥόδων κεφαλαὶ λεῖαι μετὰ ὕδατος, σύμφυτον πετραῖον καὶ ὁ καρπός, ἀκάνθης λευκῆς ῥίζης 〈· α′ μετ’ ὀξυκράτου, ἀλθαίας ῥίζης ἀφέψημα· κόλλα ἀπὸ ζειᾶς ἑψηθεῖσα ὡς εἰς βιβλία ἐκλειχομένη ἁρμόζει καὶ σὺν ἡδυόσμῳ·

ἢ ἀλεύρου κριθίνου κυ′ ϙ′ χυλίσας δι’ ὀθονίου καὶ μείξας ἡδύοσμον δίδου, ὑποκιστίδος χυλὸς μετὰ λιβάνου ὀλίγου, ἀμυγδαλῆς 〈κόμμι〉 πινόμενον μετὰ ὕδατος ψυχροῦ, ἀμύγδαλα πικρὰ μετὰ ἀμύλου καὶ ἡδυόσμου πινόμενα μετὰ ὕδατος, ἀνδράχνη ἐσθιομένη, ἀρκτίου ῥίζης τριώβολον μετ’ ὀξυκράτου

καὶ στροβίλου κόκκων μ′, ἀσπαλάθου χυλὸς μετ’ ὀξυκράτου, βάτου χυλός, γῆς Σαμίας τὸ ἀστέριον σὺν ὕδατι·

δρυὸς τὸ μεταξὺ τοῦ πρέμνου καὶ τοῦ φλοιοῦ ὑμενῶδες ἀποζεσθέν, ἢ ὁ περὶ τὴν βάλανον ὑμὴν ὁμοίως ἀποζεσθείς, κέρας ἐλάφου κεκαυμένον σὺν ὀξυκράτῳ, καστανίων ἀφέψημα, ἰτέας καρπὸς σὺν οἴνῳ, Κενταυρείου τοῦ μεγάλου ῥίζης 〈· β′ σὺν οἴνῳ, κέστρου φύλλων 〈· β′ σὺν οἴνῳ, κουραλίου δραχμὴ μεθ’ ὕδατος, λευκογραφίδος δραχμὴ ὁμοίως, αἱματίτης λίθος σὺν χυλῷ ῥοᾶς, ὀστρακίτου λίθου 〈· α′ μεθ’ ὕδατος·

μαστίχη διαμασωμένη καὶ τοῦ χυλοῦ καταπινομένου, Κυδωνίων ἄνθος μετ’ ὀξυκράτου λεῖον, μίλτου Λημνίας 〈· α′ σὺν ὄξει, τραγάκανθα ὑποχυλιζομένη, τραγίου καρπὸς μετὰ οἴνου, πενταφύλλου τῆς ῥίζης ὁ χυλὸς σὺν ὀξυκράτῳ, φελλὸς ὁ ἐκ τῶν παλαιῶν καττυμάτων κεκαυμένος καὶ ἄκαυτος λεῖος μετ’ ὀξυκράτου πινόμενος, κονία πινομένη, γάλα θηλαζόμενον γυναικεῖον, καὶ μάλιστα ἐπὶ τῶν ὑποφθινόντων.

ἐπιτίθεται δὲ ὠφελίμως κατὰ τοῦ θώρακος ἐπὶ τῶν αἱμοπτυικῶν σπόγγος ἐξ ὀξυκράτου, εἰ πολὺς εἴη ὁ ῥευματισμός, καὶ τὰ στύφοντα, οἷον ἂν εἴη σέρις, πολύγονον, ἀνδράχνη, Κυδώνια, βάτος, φοίνικες, σίδια, μυρσίνη· ταῦτα 〈δὲ〉 μετὰ ἄρτου ἢ ἀλφίτου.