Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(19)τοὺς δὲ κατὰ περίοδον πυρετοὺς κεχρονισμένους ἀμφημερινοὺς θεραπεύει χαμαίδρυος φύλλα λεῖα πρὸ μιᾶς ὥρας τῆς λήμψεως πινόμενα, καὶ ὅσα ἐπὶ τριταικῶν αὐτίκα ἱστορήσομεν.

(20)πρὸς δὲ τοὺς τριταικοὺς ἁρμόζει πόματα λαμβανόμενα πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας προεγχριομένων καὶ ἀνατριβομένων τῶν ἄκρων· τριφύλλου σπέρματος κοκκία τρία κηρῷ περιπλασθέντα καὶ καταποθέντα ἐπὶ τρίς, τὰ πάντα ἐννέα· ἀρνογλώσσου ῥίζαι ἁδραὶ τρεῖς μετ’ οἴνου πινόμεναι, ἱερᾶς βοτάνης τὸ τρίτον γόνυ ἀπὸ τῆς γῆς ἀφαιρεθὲν καὶ διδόμενον·

ποιεῖ καὶ σίλφιον κηρῷ περιπλασθὲν λευκῷ καὶ καταποθέν· ἐπιρροφείτωσαν δὲ ὕδωρ θερμὸν ἢ οἶνον· ἡλιοτροπίου τοῦ μεγάλου κόκκοι γ′ σὺν οἴνῳ, ὀνοβρυχὶς σὺν οἴνῳ, πενταφύλλου φύλλα γ′ μετ’ οἴνου ἢ ὑδρομέλιτος ποτιζόμενα, πέπερι λεῖον μετὰ ὕδατος πινόμενον.