Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(156)λαγωοῦ δὲ θαλασσίου ποθέντος βοηθεῖ ποθὲν γυναικὸς γάλα ἢ ὄνου, κεδρία σὺν γλυκεῖ ἢ οἴνῳ, κεδρίδες ἐσθιόμεναι, κυκλαμίνου ῥίζα σὺν οἴνῳ, μολόχης τῶν καυλῶν 〈ἀφέψημα〉 σὺν τῇ ῥίζῃ, ἐλλεβόρου μέλανος ἢ σκαμμωνίας 〈· α′, ῥοαὶ ἐσθιόμεναι οἰνώδεις καὶ οἱ πυρῆνες· οὐδὲν δὲ τῶν ἰχθύων ὑπομένουσι προσφέρεσθαι, εἰ μὴ καρκίνους ποταμίους, καὶ τούτους μόνους πέσσουσιν.

τεκμήριον δὲ τοῦ δύνασθαι σωθῆναι αὐτούς, ἐὰν ἰχθῦς ἡδέως προσενέγκωνται. ἁρμόζει δὲ καὶ ἐλλέβορος λευκός· οὐ γὰρ εὐλαβητέον ἐπ’ αὐτῶν τοὺς ἐμέτους. βοηθεῖ δὲ ἐν ἀρχῇ καὶ οὖρον ἀνθρώπειον ποθὲν καὶ ἐξεραθέν, καὶ χηνὸς αἷμα παραχρῆμα πινόμενον, καὶ κυκλαμίνου ῥίζα μετ’ οἴνου.