Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(139)πρὸς δὲ τὸ τοξικὸν ποιεῖ· αἷμα τράγου καὶ αἰγὸς καὶ ἐρίφου καὶ νήσσης καὶ κυνὸς ἐν οἴνῳ, γογγυλίδος ἡμέρου σπέρμα πινόμενον, χαλβάνη σὺν οἴνῳ καὶ σμύρνῃ, γλυκύς, δρυὸς φλοιὸς μετὰ βοείου γάλακτος· ὁμοίως καὶ φηγοῦ 〈ἢ〉 πρίνου φλοιός, ἢ ῥίζης χυλὸς 〈σὺν〉 οἴνῳ πολλῷ ποτισθείς· μήλων ἀγρίων καρπὸς ἐσθιόμενος, στρουθία μῆλα ὁμοίως· Κυδώνια λειώσας ἐν ὕδατι σὺν γλήχωνι δίδου, ἢ ῥόδινον ἢ ἴρινον ἢ ἄμωμον καὶ βαλσάμου καρπὸν σὺν οἴνῳ.