Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(134) βδέλλας δὲ τὰς προσφυομένας παρισθμίοις καὶ καταπόσει καὶ στομάχῳ ἀποβάλλει ἄλμη καταρροφουμένη, ὄξος, ὀπὸς σιλφίου μετὰ ὄξους ἀναγαργαρισθεὶς ἢ καταρροφούμενος ἡ ὀπόφυλλον, ἢ χάλκανθος σὺν ὄξει ἀναγαργαρισθείς, ἢ χυλὸς ἀναγαλλίδος πινόμενος, ἢ ὄξος δριμὺ μετὰ θύμου λεάναντες πινέτωσαν, ἢ νίτρῳ καὶ ἁλσὶν σὺν ὕδατι ἀναγαργαριζέσθωσαν.

ἐκβαλεῖς 〈δἐ〉, ἐὰν ἐμβιβάσας ἐν βαλανείῳ εἰς ἔμβασιν [καὶ] δίδῶς ὕδωρ ψυχρὸν λίαν ἐν τῷ στόματι διακρατεῖν· ἐξελεύσοντα γὰρ ἐπὶ τὸ ψυχρὸν ἐκπυρούμεναι· καὶ μετὰ τὸ ἀναγαργαρίσασθαί τινι τῶν προειρημένων περιχανέτω τὴν ἐκ τοῦ ὕδατος ἰλύν· πρὸς γὰρ τὴν ὀσμὴν ἐνεχθήσονται.