Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(14)πέψεις δὲ ποιεῖ ἀγαρικὸν διαμασώμενον καὶ καταπινόμενον ἀπὸ δείπνου χωρὶς τοῦ ἐπιρροφεῖν τι, ἀλόης 〈· α′ σὺν ὕδατι καὶ πρὸ τροφῆς, ἀρκευθίδες λεῖαι σὺν οἴνῳ, μήλων ἀπόβρεγμα, ξυλοβαλσάμου ἀπόζεμα μετὰ σεσέλεως, ἢ νάρδου Κελτικῆς
μετὰ ὀξυδίου λημφθέν, σχοίνου ἄνθους ἀπόζεμα μετὰ ῥόδων ἄνθους πινόμενον, σέσελι πινόμενον.(15)ῥώννυσι δὲ στόμαχον σταφίς, σκίλλα ἑφθὴ σὺν μέλιτι ἐκλειχομένη. (14) εὐπεψίαν δὲ ποιεῖ σέριδος χυλὸς καταρροφούμενος.