Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(109)δυσουρίαις δὲ βοηθεῖ πινόμενα· ἀσπαράγου ἀγρίου ῥίζης ἀπόζεμα καὶ τὸ σπέρμα σὺν οἴνῳ, πάναξ σὺν μελικράτῳ ποιεῖ καὶ πρὸς ψωριῶσαν κύστιν, πολυγόνου χυλός, σαμψούχου ἀπόζεμα, σέσελι, σικύου ἡμέρου σπέρμα καθαρὸν σὺν γάλακτι ἢ γλυκεῖ καὶ πικροῖς ἀμυγδάλοις, ἢ αὐτὰ τὰ ἀμύγδαλα ἐν γλυκεῖ, σκορδίου χύλισμα ἐν οἴνῳ, σταφυλίνου ἀγρίου σπέρμα, φιλεταιρίου ῥίζης 〈· α′ ἐν κράματι, φοῦ ἀπόζεμα, χαμαιπίτυος ὁμοίως·

χαμαιλέοντος λευκοῦ 〈· α′ ἢ β′ μετ’ ὀριγάνου ἀποζέματος ἢ οἴνου, ψευδοβουνίου κλωνία δ′ μεθ’ ὕδατος, ὠκίμου σπέρμα, ἁβροτόνου ὁμοίως ἀποζεσθὲν ἐν

ὕδατι, ἄχρις οὗ τὸ τρίτον λειφθῇ· ἀγαρικοῦ 〈· α′ μετ’ οἴνου, γλυκυρρίζης ἀπόζεμα πινόμενον, ὀξυμυρσίνης 〈τῆς καὶ μυρσίνης〉 ἀγρίας ῥίζα ἀπεζεσμένη, δαμασωνίου ῥίζης 〈· α′ σὺν οἴνῳ, στρόβιλοι καθαροὶ μετὰ σικύου σπέρματος καὶ γλυκέος·

ἀνθυλλίου 〈· γ′ σὺν οἴνῳ, ἀνθεμίδος ῥίζα καὶ τὰ ἄνθη ὁμοίως, ἀσπαλάθου ἀπόζεμα ὁμοίως· ἀψίνθιον ἀποζεσθὲν σὺν σελίνου ῥίζη ἴσῃ 〈ἢ〉 σχοῖνος ἢ νάρδος ἢ μάραθον ἐν ὕδατι· βακχάριδος ἡ ῥίζα ἑψηθεῖσα ἐν ὕδατι, βουνίου τὰ φύλλα καὶ ἡ ῥίζα χυλισθέντα μετὰ μελικράτου, ἑλιχρύσου ἄνθος σὺν τοῖς φύλλοις ἐν οἴνῳ, ἑρπύλλου ἀπόζεμα ὁμοίως· σμυρνίου ῥίζα πινομένη ἐν οἴνῳ, ἠρύγγης ῥίζα μετὰ σταφυλίνου σπέρματος καὶ οἴνου, ἱπποσελίνου ῥίζα καὶ σπέρμα ὁμοίως·

καρδάμωμον μετ’ οἴνου ἢ ὕδατος, κάλαμος ἀρωματίτης μετὰ ἀγρώστεως ῥίζης ἢ σελίνου σπέρματος ἑψηθεὶς ἐν ὕδατι, κεδρίδες πινόμεναι μετὰ πεπέρεως καὶ οἴνου, κινάμωμον σὺν οἴνῳ, κουραλλίου 〈· α′, κλινοποδίου ἀπόζεμα ἐν ὕδατι, κυπαρίσσου τῶν φύλλων ὁ χυλὸς πινόμενος σὺν οἴνῳ, λεύκης τοῦ δένδρου ὁ φλοιὸς σὺν οἴνῳ, ἐξωνύχου τοῦ καὶ λιθοσπέρμου καρπὸς πινόμενος ὁμοίως·

αἱματίτης λίθος ἐν οἴνῳ, μαράθου ἀφέψημα σὺν ὕδατι, μυριόφυλλον πινόμενον ὁμοίως, πτελέας ῥίζα σὺν γλυκεῖ, ὀνόβρυχις ἐν οἴνῳ, οἰνάνθης 〈ἡ〉 πόα καὶ ἡ ῥίζα, ὄνοι οἱ ὑπὸ ταῖς ὑδρίαις λεῖοι πινόμενοι, ὄρνιθος ἀπόπατος σὺν οἴνῳ. εἰς δὲ τὸν οὐρητικὸν πόρον ὑποτίθενται πρὸς ἐξουρισμὸν κόρεις 〈οἱ〉 ἀπὸ κλίνης λεῖοι.