Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(102)νεφριτικοὺς δὲ ὠφελεῖ πινόμενα· ἀγαρικοῦ 〈· α′ μετ’ οἴνου κυ′ α′, ἀγχούσης ῥίζης 〈· α′ ὁμοίως, ἀλκυονίου % μετὰ ὕδατος, ἀμώμου 〈· α′ μετ’ οἴνου, ἀμύγδαλα πικρὰ σὺν ὕδατι ἢ ἐκλειχόμενα σὺν ῥητίνῃ τερμινθίνῃ, ἀναγαλλίδος ἢ πολυγόνου χυλὸς σὺν οἴνῳ, σταφίδες ἐσθιόμεναι χωρὶς τῶν γιγάρτων, βουνίου φύλλων καὶ τῆς ῥίζης ὁ χυλὸς ἐπὶ ἡμέρας ιβ′ πινόμενος μετὰ γλυκέος·

ἢ γάλα ἢ γλυκυσίδης ἀφέψημα, γλυκυρρίζης χυλός, ἐλάτης μυρεψικῆς τὸ ἀφέψημα, σὰρξ ἐχίνου

χερσαίου ἐσκελετευμένη σὺν οἴνῳ, σμυρνίου σπέρμα σὺν γλυκεῖ, κασσία σὺν οἴνῳ, καρδαμώμου 〈· α′ σὺν γλυκεῖ, κάλαμος ἀρωματίτης ὁμοίως, κινάμωμον ὁμοίως· κέστρου φύλλων 〈· α′ σὺν γλυκεῖ, ἀρκεύθου ἀφέψημα ὁμοίως, μήου ἀπόβρεγμα ὁμοίως, μίλτου Λημνίας 〈· δ′ ὁμοίως·

οὖρον ὄνου ποθὲν ἱστορεῖται ἰᾶσθαι· σάκχαρον σὺν ὕδατι, σκάνδικος ἀφέψημα, σταφυλίνου ἀγρίου σπέρμα, στρόβιλοι ἐσθιόμενοι, συμφύτου πετραίου ἀπόζεμα ἐν μελικράτῳ, σῦκα ξηρὰ ἐσθιόμενα, χαμαιπίτυος ἀπόζεμα ἐν μελικράτῳ. (103) κἂν ἕλκος δέ τις ἔχῃ ἐν τῷ καυλῷ καὶ ἐπιδάκνηται, ἐνεργῶς βοηθεῖ τραγακάνθης 〈· β′ βεβρεγμένης ἐν ὕδατι νήστεσιν ἐκλεικτόν.