Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(10)τοὺς δὲ ῥευματισμοὺς τοῦ στομάχου ἵστησιν βαλαύστιον μετ’ ὄξους ποθέν, βάτου χυλὸς καθ’ ἑαυτὸν καὶ μεθ’ ὕδατος, ὕδωρ τὸ ἀπὸ σιδήρου πεπυρωμένου θερμανθέν, ὄξος σκίλλινον καταρροφούμενον – δεῖ δὲ ἀπ’ ὀλίγου ἄρχεσθαι καὶ πίνειν ἄχρι κυάθου –·

ῥοὰ μεθ’ ὕδατος ψυχροῦ, σκάνδικος ἀφέψημα, σκίλλης ἑφθῆς τριώβολον ἐν ὀξυκράτῳ, ὑποκιστίδος 〈· α′ ἐν ὕδατι, φακὸς πεφωγμένος ἀντὶ ἀλφίτου ἐπιπασσόμενος,

φακοὶ ἐπτισμένοι λ′ καταπινόμενοι, ῥόδων ἄνθος ἐπιπασσόμενον τῷ πόματι. ἐμβρέχειν δὲ δεῖ τοὺς ῥευματιζομένους στομάχους ἐρίοις οἰσυπηροῖς σὺν ῥοὸς χυλίσματι.