Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(83) τὰς δὲ ἐν τῷ στόματι σηπεδόνας ἵστησιν μὲν καὶ τὰ πρὸς νομὰς ἀναγεγραμμένα, ἰδίως δὲ ταῦτα· μαράθου ἀγρίου ῥίζης κεκαυμένης ἡ τέφρα· ἢ μαινίδων κεκαυμένων μέρη β′, ἀλόης μέρος α′, ξηρά· ἢ ἀρσενικοῦ 〈· δ′, χάρτου κεκαυμένου 〈· ιβ′, ξηρά· ἢ σταφὶς λεία χωρὶς τῶν γιγάρτων καταπλασθεῖσα, ἀμόργη ἐλαίου ἑψηθεῖσα ἐπιχριομένη, Βεττονικῆς πόας χυλός.