Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(77) σειομένους δὲ ὀδόντας κρατύνει καὶ οὖλα πλαδῶντα διακλυζόμενα καὶ διακρατούμενα ἐφ’ ἱκανὸν ἐν τῷ στόματι· ἐλαίας τῶν φύλλων ἀφέψημα, γάλα ὄνειον, κολυμβάδος ἐλαίας χυλός, σμύρνα σὺν οἴνῳ καὶ ἐλαίῳ διακλυζομένη, γαγάτης λίθος σὺν οἴνῳ ἑψηθείς, πλατάνου φύλλα σὺν ὄξει ἑψηθέντα, ὄξος σκιλλιτικόν, βάτος διαμασωμένη, μολόχης ῥίζα ὁμοίως, ἰὸς σιδήρου προσαπτόμενος ξηρός, κύτινος ὁμοίως·

στυπτηρία σχιστὴ μιγεῖσα σμύρνῃ ἢ δίχα τῆς σμύρνης σὺν ὄξει ἢ μέλιτι, σῶρι κεκαυμένον ὁμοίως, στύραξ σὺν ἁλσὶν ἐπιτιθέμενος· ἢ σμύρνα, σχιστή, πομφόλυξ, ἄμυλον ἴσα λεῖα ξηρά· ἢ ῥοᾶς λεπύχανα, κηκίς, χάλκανθος, ἴσα ἐν ὄξει δευθέντα διακλυζόμενα· ἢ βάτραχοι ι′, [ἢ] ὄξους ἡμίχουν, χαλκοῦ ἄνθους 〈· δ′, μανδραγόρου ῥίζης 〈· Ϙ′ ἑψόμενα μέχρι τρίτου καὶ διακλυζόμενα. ποιεῖ καὶ πρὸς ἀλγηδόνας τοῦτο· ἀλόης 〈· δ′, λιβάνου 〈· α′, σχιστῆς 〈· δ′, μέλιτι μιγέντα διατριβόμενα.