Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(76) σμήχει δὲ τοὺς ὀδόντας ἀριστολοχείας ῥίζα, ἐλάφου κέρας κεκαυμένον μειγνυμένης ὀλίγης μαστίχης· ἅλες λευκοὶ φυραθέντες μέλιτι καὶ καέντες ἐν χύτρᾳ, ἄχρι ἀνθρακωθῶσιν· κήρυκες πληρωθέντες ἁλὶ καὶ καέντες, κίσηρις ὀπτὴ οἴνῳ σβεσθεῖσα, κοχλίας χερσαῖος καεὶς σὺν μέλιτι, λίθος Ἀραβικὸς καεὶς

σὺν μέλιτι, μύακες συγκεκαυμένοι 〈μέλιτι〉, ἢ σηπίας ὄστρακον κεκαυμένον· τούτων ἑκάστῳ ἢ εὐωδίας χάριν μείγνυται νάρδου στάχυος ὀλίγον ἢ σχοίνου ἄνθους· ἢ ἔρια οἰσυπηρὰ κεκαυμένα λεῖα ὀλίγου ἁλὸς αὐτοῖς μειγνυμένου.