Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(63) ἤχους δὲ τοὺς περὶ τὰ ὧτα ὠφελεῖ σῦκον λεῖον ἀναλημφθὲν σὺν σινήπει καὶ νίτρῳ καὶ ἐντεθὲν καὶ ἐαθὲν ἐπὶ ἡμέρας 〈ε′〉, ἐλλέβορος μέλας ξυόμενος καὶ ἐντιθέμενος ἑκάστης ἡμέρας νεαρός· ἢ δάφνινον καὶ ἀμυγδάλινον, ἑκάστου ἴσον, καστορίου ὀλίγον, ὄξους σταλαγμοὺς τρεῖς τρίψας ἐν τῷ αὐτῷ 〈ἀγγείῳ〉 καὶ χλιάνας ἔνσταζε·

ἢ φλοιοῦ ῥαφανίδος χυλὸν ἐπὶ τρεῖς ἡμέρας ἔγχει, τῇ δὲ τετάρτῃ ἐκχέας τὸν χυλὸν καλαμίδα διαμπὰξ τετρημένην κάθες εἰς τὸ οὖς, κατὰ δὲ τὸ ὑπερκείμενον

μέρος ἡ καλαμὶς ἐχέτω ἐλλύχνιον καιόμενον· οὕτω γὰρ πυριώμενον ὠφελεῖ λίαν· κλύζεται δὲ παραχρῆμα διὰ νίτρου καὶ ὕδατος.

ποιεῖ καὶ γάρος, μέλι, ῥόδινον ἴσα· ἢ ἀμυγδάλινον σὺν μέλιτι, ἢ ἔλαιον βαλάνινον μετὰ στέατος χηνείου· δαφνίδων πίεσμα σὺν οἴνῳ καὶ ῥοδίνῳ ἐνσταζόμενον, κεδρία σὺν ὑσσώπῳ, κρομύου χυλός, κύμινον ἄγριον σὺν μυελῷ μοσχείῳ καὶ πηγάνου χυλῷ· κύπρινον, ἴρινον, σούσινον σὺν ὄξει καὶ πηγάνῳ καὶ ἀμυγδάλοις πικροῖς· νίτρον, ἀφρόνιτρον σὺν ὄξει καὶ λιβανωτῷ, πράσου χυλός, μέλι Ἀττικὸν σὺν ὄξει, περσέας τὸ ἐντὸς μετὰ ῥοδίνου χλιαρὸν ἐνσταζόμενον.