Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(60) πρὸς δὲ τὰς πυορροίας καὶ ἑλκώσεις ἁρμόζει ἐνσταζόμενα ἢ σὺν ἐρίῳ ἁπαλῷ ἐντιθέμενα ταῦτα· ἀγριελαίας χυλός, ἀπαρίνης χυλὸς ὁμοίως, ἀμόργη ἐν ἐλαίῳ ἡψημένη, λύκιον 〈καὶ〉 μάλιστα τὸ Ἰνδικόν, ἀσφοδέλου χυλὸς καθ’ ἑαυτὸν καὶ σὺν λιβανωτῷ καὶ μέλιτι καὶ σμύρνῃ καὶ οἴνῳ χλιανθείς· ἀψίνθιον λεῖον σὺν μέλιτι, γῆς ἔντερα ἑψηθέντα σὺν στέατι χοιρείῳ ἢ ἐλαίῳ·

ἢ βάτου φύλλων χυλὸς ἐν ἐλαίῳ, γῆρας ὄφεως ἑψηθὲν ἐν οἴνῳ, διφρυγὲς σὺν μέλιτι, ἐλαίας χυλός, σμύρνα σὺν καστορίῳ καὶ μηκωνίῳ καὶ γλαυκίῳ, κισσοῦ λευκοῦ χυλὸς σὺν ἐλαίῳ, κρομύων ὁμοίως· μίσυ σὺν ῥοδίνῳ, ἀπαρίνης χυλὸς καὶ ἀφέψημα, ὀμφάκιον σὺν μέλιτι, οὖρον ἀφθόρου παιδὸς ἐν ῥοᾶς σιδίῳ ἑψηθέν·

κονία συκίνη συγκλυζομένη, πίσσα ὑγρὰ

ὁμοίως, καὶ αὐτὴ 〈δὲ〉 σὺν ῥοδίνῳ ὀλίγῳ ἐν κελύφει ῥοᾶς ἑψηθεῖσα· πολυγόνου χυλὸς ἑψηθείς, στοιβῆς καρπὸς ἑψηθεὶς ἐν οἴνῳ, στυπτηρία πᾶσα σὺν πολυγόνου χυλῷ, χάλκανθον ἑψηθὲν σὺν μέλιτι, χολὴ βοεία μετὰ μέλιτος.