Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

48 (51) φθειριάσεις δὲ τὰς ἐν τοῖς βλεφάροις καὶ ὀφρύσι θεραπεύει σὺν μέλιτι ἢ ὕδατι ἐπιχριόμενα σανδαράκη, σταφὶς ἀγρία.

(52) τὰς δὲ νυττούσας δίχα ῥευματισμοῦ χρονίου καὶ ἐκτιλείσας τρίχας ἐπὶ τῶν βλεφάρων ὡς τὸ πολὺ οὐκ ἐᾷ φυῆναι μετὰ τὸ ἐκτιλῆναι εὐθέως καταχριόμενα· αἷμα βατράχων τῶν χλωρῶν πρόσφατον καθ’ ἑαυτὸ ἢ μιγὲν χαμαιλέοντι κεκαυμένῳ λευκῷ ἄχρι ἀνθρακώσεως, ἢ αἷμα κόρεως καθ’ ἑαυτό, ἢ καπνοῦ τοῦ ἐν ταῖς κριθαῖς φυομένου ὁ χυλὸς σὺν κόμμει, ἢ τελλῖναι ταριχηραὶ κεκαυμέναι λεῖαι μετὰ κεδρίας, 〈ἢ〉 λωτοῦ κεκαυμένου ἡ τέφρα, ἢ στυπτηρία φορίμη.

(53) ἀνακολλήματα 〈τριχῶν· ἀνακολλᾷ〉 δὲ τὰς εἰσκλωμένας ἢ παραφυομένας τρίχας ἐν τοῖς βλεφάροις μαστίχη μηλωτίδι θερμῇ προσαγομένη αὐτοῖς καὶ οὕτως ἀνακολλωμένων ἐπὶ τὴν ἰδίαν τάξιν τῶν τριχῶν· ἤ ἄσφαλτος ὁμοίως, ἢ λιθοκόλλα ὁμοίως, 〈ἢ〉 κοχλίου τὸ κολλῶδας βελόνῃ ἀναλαμβανόμενον, ἢ χονδρίλλης κόμμι ὁμοίως.