Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(45) πτερύγια δὲ τὰ ἐν ὀφθαλμοῖς τήκει προσαγόμενα· κίσηρις ὀπτὴ λεία, σηπίας ὄστρακον λεῖον, ἢ ἅλες καὶ καδμεία λεία, ἅπάντα ἴσα. (46) τὰ δὲ τραχέα βλέφαρα λεπτύνει ἐγχριόμενα σὺν μέλιτι λεῖα — δεῖ δὲ πυριᾶν ὕδατι μετὰ τὴν ἔγχρισιν, μέχρι παύσωνται δακνόμενοι —· ἰὸς χαλκοῦ καὶ σιδήρου σκωρία κεκαυμένη, χάλκανθος κεκαυμένη, μίσυ κεκαυμένον, χαλκῖτις κεκαυμένη·

ὀμφάκιον, λεπὶς χαλκοῦ καὶ σιδήρου, καδμεία καεῖσα καὶ σβεσθεῖσα οἴνῳ, στυπτηρίαι πᾶσαι καεῖσαι καὶ μάλιστα 〈ἡ〉 σχιστή, οἴσυπος κεκαυμένος, οὔρου ἀνδρείου ὑποστάθμη σὺν κυπρίνῳ μύρῳ. (47) ξύειν δὲ δεῖ τὰ τετυλωμένα ἐκστρέφοντα τὰ βλέφαρα ἐρινεοῦ φύλλοις τραχέσιν, ἢ σμιλίῳ, ἢ σηπίας ὀστράκῳ σχηματισθέντι εἰς κολλούριον, καὶ ἰῷ ἀναλημφθέντι κόμμει εἰς κολλούριον.