Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(34) πρὸς δὲ τὰ κεχρονισμένα ἕλκη καὶ ῥεύματα ἁρμόζει λεῖα ἐγχριόμενα· λίθος γαλακτίτης, λίθος 〈ὁ〉 θυίτης καλούμενος, λίθος σάπφειρος σὺν γάλακτι, χαλκὸς κεκαυμένος σὺν γάλακτι, θρίδακος ἀγρίας ὀπὸς σὺν γυναικείῳ γάλακτι· τοῦτο καὶ τὰ ἐπικαύματα θεραπεύει· ἐλαίας τῶν φύλλων χύλισμα, λευκογραφὶς σὺν γάλακτι’ αὕτη δὲ ποιεῖ 〈καὶ〉 πρὸς ἕλκη καὶ πρὸς ἐπικαύματα. πινόμενον δὲ ἵστησιν ῥεύματα χρόνια κύμινον σὺν οἴνῳ καὶ ὕδατι λαμβανόμενον.

(38) ὑποδρομὰς δὲ αἵματος θεραπεύει ἐγχριόμενον αἷμα περιστερᾶς πρόσφατον, τρυγόνος, πέρδικος, φάττης· γάλα γυναικεῖον σὺν λιβανωτῷ, κόκκος βαφικὴ σὺν γάλακτι ὁμοίως, αἱματίτης λίθος σὺν γάλακτι γυναικείῳ, ὕσσωπον λεῖον ἐνδεθὲν εἰς ὀθόνιον καὶ ἀποβαπτόμενον εἰς ὕδωρ θερμὸν πυριωμένου τοῦ ὀφθαλμοῦ, ἄσφαλτος καὶ λίβανος ἴσα ὑποθυμιαθέντα.

(39) προπτώσεις δὲ ὀφθαλμῶν στέλλει καταπλασσόμενα, εἰ μὲν ἀλγήματα εἴη, λινόσπερμον καὶ τῆλις σὺν ὑδρομέλιτι ἑφθά· εἰ δὲ παρήκμασεν τὰ ἀλγήματα ἢ μηδὲ ἐγένετο, εὐθέως ἐπὶ τὰ στύφειν τε καὶ ψύχειν δυνάμενα παραγίνεσθαι δεῖ,

ὁποῖά ἐστι βάτου φύλλα, μελίλωτον σὺν γλυκεῖ καὶ ᾠοῦ ἑφθοῦ λεκίθοις καὶ κρόκῳ, κυάμινον ἄλευρον σὺν ῥόδοις, λινόσπερμον σὺν ὕδατι καὶ λιβανωτῷ καὶ σμύρνῃ, μελάνθιον σὺν ἀλφίτῳ λεῖον, μηκώνιον σὺν λεκίθῳ ᾠοῦ ὀπτοῦ καὶ κηρωτῇ, πήγανον σὺν ἀλφίτῳ.

(40) σταφυλώματα δὲ αἴρει κανθαρίδος προσφάτου θλασθείσης ἐγχριόμενον τὸ ὑγρὸν ἢ αὐτή.