Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(32) ἐγχυματιζόμενα δὲ ὠφελεῖ ἁπλᾶ καὶ ἀπερίεργα ὄντα καὶ στέλλοντα ταχέως τὰς ἐπιφορὰς καὶ τὰ ἕλκη πληροῦντα καὶ ἀποκαθαίροντα· σπόδιον καὶ ὀπὸς 〈σιλφίου〉 ἴσα μειγνύμενα αὑτοῖς εἰς ἀνάπλασιν, ἀειζώου χυλὸς καὶ ἀνδράχνης κατὰ τὸ πρόσφατον ἐγχυματιζόμενοι καὶ μετὰ κόμμεως καὶ σποδίου ἡμίσους ἀναπλασθέντες καὶ ἀναχριόμενοι, καὶ ἀρνογλώσσου χυλός, ἀκακίας χυλός, γλαυκίου χυλός, ὠκίμου 〈χυλὸς〉 σὺν οἴνῳ.

(33) καὶ τὰς περιωδυνίας 〈δὲ〉 παύει κρόκος σὺν γάλακτι, σπόδιον σὺν κωνείου χυλίσματι, ὄπιον ὁμοίως, χαλκὸς κεκαυμένος, λίθος 〈αἱματίτης〉 μετὰ γάλακτος γυναικείου καὶ μάλιστα ἐπὶ παιδίου ἐνσταζόμενος. ποιεῖ δὲ ἄκρως καὶ τοῦτο τὸ ἔγχρισμα· ἀγρώστεως χυλοῦ τῆς ἐν Παρνασσῷ καὶ μελιλώτου ἴσα, σμύρνης 〈τὸ〉 ἥμισυ, πεπέρεως καὶ λιβανωτοῦ τὸ τρίτον, οἴνου καὶ μέλιτος σύμμετρον, ἕψε ἐν χαλκοῖς καὶ χρῶ.