Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(30) κατὰ δὲ τοῦ μετώπου καταπλασσόμενα ὠφελεῖ·

τεῦτλον σὺν στυπτηρίᾳ ὀλίγῃ λεία, μαλαβάθρου φύλλα ἐν οἴνῳ ἀποζεσθέντα, κυάμινον ἄλευρον σὺν ὕδατι θερμῷ, σικύου πέπονος σάρξ, πηγάνου φύλλα ἐν οἴνῳ ἑφθά.

(36) οἰδήματα δὲ πραύνει ἄμι σὺν λινοσπέρμῳ, ἀνήθου ῥίζα μεθ’ ὕδατος λεία, κυάμινον ἄλευρον σὺν λιβανωτῷ λείῳ καὶ ᾠοῦ τῷ λευκῷ.