Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(214) αἱμορροίδας 〈δὲ〉 αἴρει θαυμαστῶς τοῦτο· κωνείου ξηροῦ 〈·β′, ὑοσκυάμου χυλίσματος 〈·δ′, στυπτηρίας σχιστῆς 〈·β′ χαλκάνθου κεκαυμένου 〈·β′, Σινωπίδος 〈·α′, ψιμυθίου 〈·α′, κηρωταρίῳ ῥοδίνῳ ἀναλημφθέντα καὶ ἐπιτεθέντα· ῥοᾶς

ὀξείας λέπη λεῖα σὺν ὄξει ἐπιπλασθέντα· ἂν δὲ ἐνδοτέρω ὦσιν, ὡς μαζίον ποιήσας ἐντίθει.

ποιεῖ δὲ καὶ τοῦτο θαυμαστῶς· σανδαράκης 〈· η′, ἀρσενικοῦ χρυσίζοντος 〈· η′, ἐπίχριε προεσχηματισμένῳ· ἀπονεκροῦται 〈γὰρ〉 καὶ ἀποπίπτει ἐν ἡμιωρίῳ ἀποξηραινομένη καὶ ἐκ τῆς βάσεως ἀποκυλιομένη· ἀνίεται δὲ στακτῇ 〈καὶ〉 κύκλῳ χρίεται κηρωτῇ· γίνεται δὲ ἢ ἐν ἡλίῳ ἢ παρὰ πυρί.