Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(210) τὰς δὲ ἐκ μυκτήρων αἱμορραγίας στέλλει ὀξύσχοινος ἐντιθεμένη λεία, κνίδης φύλλων χυλὸς ἐν μοτοῖς ἐντιθέμενος καὶ αὐτὰ 〈δὲ〉 τὰ φύλλα λεῖα κατὰ τοῦ μετώπου ἐπιτιθέμενα, χαλκῖτις, χάλκανθον κεκαυμένον· ἢ ἀνθήλη κεκαυμένη ξηρὰ ἐν μοτοῖς ἐντιθεμένη, ὁμοίως φλόμος ὁ εἰς τὰ ἐλλύχνια καὶ ἐλελισφάκου φύλλα λεῖα· βολβοὶ λεῖοι κατὰ τοῦ μετώπου καταπλασσόμενοι ἐν πράσου χυλῷ ἢ ὄξει, ὀνὶς ὁμοίως·

γύψος σὺν 〈ὄξει ἢ〉 ὕδατι ἢ ᾠοῦ τῷ λευκῷ καταχρισθεῖσα καθ’ ὅλης τῆς κεφαλῆς ψιλωθείσης καὶ μετώπου, ἱππουρίδος χυλὸς ἢ περικλυμένου σὺν μοτῷ ἀναλημφθείς, κοχλίου σὰρξ ἐν ὄξει καὶ ὅλοι 〈δὲ〉 κοπέντες σὺν τῷ ὀστράκῳ καταπλασσόμενοι καθ’ ὅλου τοῦ μετώπου ἢ τοῦ μυκτῆρος· κύμινον σὺν ὄξει ἐντιθέμενον λεῖον, νάρθηκος τὸ μέσον σὺν ὄξει, πήγανον ἐντεθὲν λεῖον, κρόμυον λεπισθὲν καὶ ἐντεθὲν ξηρόν, πυτία λεανθεῖσα καὶ ἐμπλασθεῖσα.