Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

σῶρι ὠμὸν ἢ κεκαυμένον μετὰ ὀλίγου κραματίου καὶ μέλιτος ἐγκλυζόμενον καὶ σαρκοῖ, ὀμφάκιον ἐγκλυζόμενον, πενταφύλλου φύλλα σὺν ἁλὶ καὶ μέλιτι, κονία συκίνη ἐγκλυζομένη, τηλεφίου φύλλα ἐμπλασσόμενα λεῖα, σφονδυλίου ῥίζα ξυσθεῖσα καὶ ἐντεθεῖσα· δεῖ δὲ προαναστομοῦν τὰς σύριγγας σπογγίῳ ἢ παπύρῳ ἐσκελετευμένοις, καὶ οὕτως ἔνεστι χρῆσθαι τοῖς προειρημένοις.

(208) αἱμορραγίας δὲ ἵστησιν τὰς ἐκ τῶν τραυμάτων· Αἰθιοπίδος ῥίζα λεία καταπλασθεῖσα σὺν ὄξει, Λυσιμάχειος πόα ὁμοίως, ἀλόη λεία καταπλασθεῖσα, φλοιὸς ἀμπέλου λεῖος καὶ τὰ φύλλα ξηρὰ λεῖα, ἀμύγδαλα, ἀνδρόσαιμον ἐπιπλασθέν, ἀπαρίνης φύλλα ὁμοίως, ἀπόπατος αἰγὸς ἢ ἵππου ἢ ὄνου ἄκαυστος ὡς ἄλφιτα ἐπιπλασσομένη μοτῶν ὄξει βραχέντων καὶ ἐπιτεθέντων· ποιοῦσι δὲ καὶ κεκαυμέναι καθ’ ἑαυτὰς καὶ ὄξει ἀναλημφθεῖσαι· ἀρνόγλωσσον λεῖον, ἀράχνης ὕφος.