Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(203)πονηρευόμενα 〈δὲ〉 ἕλκη καὶ σκληρίας κακοήθεις θεραπεύει βαλάνων δρυίνων σὰρξ λεία σὺν ὀξυγγίῳ ἐπιτεθεῖσα, δρακοντίου ῥίζης χυλὸς — καὶ πρὸς τὰ εἱλκωμένα καὶ ἡ ῥίζα ἐπιπλασθεῖσα —, ἄρου ῥίζης ὁμοίως, γαλίου φύλλα καὶ χυλὸς σὺν ὄξει, βρυωνίας λευκῆς καὶ δρακοντίου ῥίζα σὺν μέλιτι, ἐρέβινθοι ἢ ὄροβοι ἑφθοὶ σὺν μέλιτι· ἰξὸς σὺν λιβανωτῷ, καρκίνων ποταμίων ἡ τέφρα σὺν μέλιτι, κισσὸς λεῖος καταπλασσόμενος·

Ἄσσιος λίθος ἢ τὸ ἄνθος αὐτοῦ καταπασσόμενον ἐπουλοῖ, σὺν μέλιτι δὲ ἀνακαθαίρει, καὶ ὄνυξ δὲ ὁ ἐκ τῆς πορφύρας κατουλοῖ τὰ κακοήθη ἕλκη καταπλασσόμενος· πυροῦ ἀγρίου τοῦ χελιδονίου λεγομένου ῥίζα ξηρὰ καταπασσομένη, φιλεταιρίου ῥίζα καταπλασσομένη, περιστέριον σὺν μέλιτι, θέρμων ἀπόζεμα συνεχῶς καταντλούμενον.