Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(202)τὰ δὲ τεθηριωμένα ἕλκη ἰδίως στέλλει χαμαιλέων λεῖος, ὤχρα Ἀττικὴ κεκαυμένη, ἀρσενικὸν καὶ ἄσβεστος ἴσα πλυθέντα σὺν ὕδατι ἐπὶ ἡμέρας λ′ ἀποχεομένου τοῦ ἐπιπάγου καθ’ ἡμέραν.

(203)πονηρευόμενα 〈δὲ〉 ἕλκη καὶ σκληρίας κακοήθεις θεραπεύει βαλάνων δρυίνων σὰρξ λεία σὺν ὀξυγγίῳ ἐπιτεθεῖσα, δρακοντίου ῥίζης χυλὸς — καὶ πρὸς τὰ εἱλκωμένα καὶ ἡ ῥίζα ἐπιπλασθεῖσα —, ἄρου ῥίζης ὁμοίως, γαλίου φύλλα καὶ χυλὸς σὺν ὄξει, βρυωνίας λευκῆς καὶ δρακοντίου ῥίζα σὺν μέλιτι, ἐρέβινθοι ἢ ὄροβοι ἑφθοὶ σὺν μέλιτι· ἰξὸς σὺν λιβανωτῷ, καρκίνων ποταμίων ἡ τέφρα σὺν μέλιτι, κισσὸς λεῖος καταπλασσόμενος·