Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(193)ῥαγάδας 〈δὲ〉 τὰς ἐν αἰδοίῳ ὠφελεῖ ῥητίνη φρυκτὴ σὺν ῥοδίνῳ λειωθεῖσα, ἄχρι γλοιωθῇ, μειγνυμένης καὶ ᾠοῦ λεκίθου ὀπτῆς· κισσοῦ φύλλων ξηρῶν κεκαυμένων ἡ τέφρα τριβεῖσα σὺν ἐλαίῳ ἐν μολυβῇ θυείᾳ· ποιεῖ καὶ ἐπὶ τῶν περὶ τὸν δακτύλιον συρίγγων σὺν παπυρίῳ ἐντιθεμένη.