Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(167)ἀκίδας δὲ καὶ σκόλοπας ἕλκει καταπλασθέντα· ὁρμίνου φύλλα καὶ τὸ σπέρμα μετὰ ἀλφίτου, ξιφίου ῥίζα σὺν ὕδατι ἢ καθ’ ἑαυτὴν ἢ σὺν λιβανωτῷ καὶ οἴνῳ, ἴρεως ῥίζα, λεοντοποδίου καρπὸς καὶ φύλλα μετὰ ἀλφίτου· Ἀμμωνιακὸν σὺν μέλιτι, ὄρχις ἡ βοτάνη καταπλασσομένη, ἀναγαλλὶς ὁμοίως, ἀριστολοχείας ῥίζα ὡσαύτως· καλάμου φραγμίτου ῥίζα καὶ τοῦ μεγάλου τὰ φύλλα λεῖα, κοχλίαι σὺν τῇ σαρκί, ναρκίσσου ῥίζα ἢ βολβὸς σὺν μέλιτι, σίνηπυ μετὰ ζύμης, ὀξυακάνθου ῥίζα, δίκταμνον — τοῦτο δέ φασιν ἐν Κρήτῃ νεμηθείσας ὑπό τινων τοξευθείσας αἶγας ἐκβάλλειν τὰ βέλη —, πρόπολις ἐπιτιθεμένη, πυκνοκόμου καρπὸς λεῖος, σαύρας κεφαλὴ λεία, σιλού ρου ταριχηροῦ σάρξ, νεβροῦ πυτία, τράγειον πινόμενον.