Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(160) ὀζαίνας 〈δὲ〉 πραύνει ἀριστολοχείας ῥίζα σὺν κυπερίδι, κισσοῦ κορύμβων χυλὸς ἐγκλυζόμενος καὶ τὰς σηπεδόνας ἐκκαθαίρει, κινάμωμον μετὰ ἐλλεβόρου λευκοῦ καὶ στρουθίου ἅμα τε πταρμικῷ προσαγόμενον, ἐλλέβορος 〈λευκὸς〉 μετὰ καρδάμου

ὁμοίως· πταρμικὸν ἐπὶ ἡμέρας δέκα πρόσαγε, εἶτα τῇ Πολυείδου λεγομένῃ σφραγῖδι διάχριε, ἄχρις ἂν πεπανθῶσιν· ἢ καλαμίνθης χυλὸν ἐγχυμάτιζε ἢ ξηρὰν καλαμίνθην λείαν [ἐγχυμάτιζε καὶ] εἰς κύτος φύσα διὰ σίφωνος, ἢ βατραχείου χυλῷ καὶ στυπτηρίᾳ διάχριε μετ’ ὄξους ᾒ χαλκάνθῳ ἢ ψωρικῷ· μετὰ μέλιτος.