Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(130) ὄνυχας δὲ ἀφίστησιν λεπροὺς ἐπιτιθέμενα· ἀσφοδέλοῦ ῥίζα λεία, ἄρου ῥίζα ὁμοίως, βατράχειον καταπλασθέν· κανθαρὶς ἢ βούπρηστις 〈ἢ〉 πιτυοκάμπη ἀναλημφθεῖσα ῥητίνῃ τερμινθίνῃ ἢ πίσσης ὑγρᾶς μιγείσης, καὶ θαψίας ῥίζα καὶ σίνηπυ σὺν ὄξει, ἢ ἀγριελαίας πυρήνων τὸ ἐντὸς ἀναλημφθὲν στέατι·

θεῖον ἄπυρον σὺν κηρῷ καὶ ῥητίνῃ, ἱππολαπάθου ἢ ἀγρίου λαπάθου ῥίζα ὠμὴ καὶ ἑφθὴ σὺν ὄξει, κάρδαμον σὺν

ὄξει· κυπαρίσσου σφαιρία χλωρὰ καθεψηθέντα σὺν ὄξει καὶ λεανθέντα σὺν θέρμοις πικροῖς, λινόσπερμον σὺν καρδάμῳ 〈ἴσῳ〉 καὶ μέλιτι, πίσσα ἐν ὄξει ἑψηθεῖσα καὶ ἐπιτεθεῖσα· σανδαράκη, ἄσβεστος καὶ τρὺξ κεκαυμένη σὺν πίσσῃ ἢ ἰξῷ, στυπτηρία σὺν ὕδατι, πίσσα ὑγρὰ σὺν κηρῷ, ἀρσενικὸν σὺν ὄξει, ἰξὸς σὺν κονίᾳ.