Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(128) λέπραν δὲ θεραπεύει αἴρινον ἄλευρον σὺν θείῳ καὶ ὄξει καταχριόμενον, βρυωνίας καρπὸς σὺν ὄξει καταπλασσόμενος· ἄσφαλτος μετὰ θείου καὶ ὄξους — τινὲς δὲ ἀντὶ 〈τῆς〉 ἀσφάλτου πίσσαν 〈παραλαμβάνουσιν〉 —, μυροβάλανος καταχριομένη σὺν ὄξει, βατράχειον ἐπιπλασθέν· ἀφίστησιν 〈καὶ〉 σικύου ἀγρίου ῥίζα σὺν ὄξει, σῶρι κεκαυμένον ὁμοίως, ἐλαίας Αἰθιοπικῆς δάκρυον σὺν ὄξει — καλεῖται δὲ Αἰθιοπικὴ ἐλαία ἡ ἀγριελαία —, ἐλλέβορος λευκὸς ἢ μέλας σὺν ὄξει καταπλασσόμενος·

σμύρνα σὺν ὄξει, ὀπὸς συκῆς ἐπιχριόμενος, ἐρέβινθος ἑφθὸς σὺν ὄξει ἐπιπλασσόμενος, λίβανος ὁμοίως, Ἀμμωνιακὸν ὁμοίως, ἀμύγδαλα πικρὰ σὺν ὄξει, ταυροκόλλα ὁμοίως· θαψίας χυλὸς καὶ ἡ ῥίζα σὺν ὄξει, θεῖον ἂπυρον σὺν ὄξει ἢ τερμινθίνῃ ῥητίνη ἀναλημφθέν, θέρμων ἀφέψημα καταντλούμενον, ἰὸς διπλοῦς ἀναλημφθεὶς ῥητίνῃ τερμινθίνῃ ἁπλῇ· εὐτονώτερον δὲ γίνεται τὸ φάρμακον νίτρου ἢ χαλκάνθου μιγέντος ὀλίγου· καρδάμωμον ἢ κάρδαμον σὺν ὄξει, κληματὶς σὺν ὄξει καεῖσα καὶ καταπλασθεῖσα· ἀφίστησιν καὶ κανθαρίς, βούπρηστις, πιτυοκάμπη ἀναλημφθέντα ῥητίνῃ καὶ πίσσης μιγείσης·

θαψίας ῥίζης 〈χυλός〉, κόμμι ἀμυγδαλῆς πικρᾶς ἢ κερασίων 〈ἢ〉 κοκκυμηλέων ἢ ἀμπέλου σὺν ὄξει· κοχλίας χερσαῖος σὺν ὄξει κεκαυμένος σὺν μέλιτι καταχριόμενος, λαπάθου ἀγρίου ῥίζα ὠμὴ καὶ μετ’ ὄξους ἑφθὴ λεία καταπλασσομένη, λειχὴν ὁ ἐπὶ ταῖς πέτραις καταχρισθεὶς ἢ σὺν ὄξει καταπλασθείς· χαμαιλέοντος μέλανος ῥίζα ἑψηθεῖσα σὺν ὄξει μιγέντος τῷ ἀφεψήματι θείου καὶ ἀσφάλτου ἐγχριομένη ἢ δίχα τούτων, στέαρ φώκης καὶ χάλκανθος καὶ κέδρινον ἔλαιον μιγέντα, μελάνθιον μετὰ θείου ἀπύρου καὶ ταυροκόλλης καὶ ὄξους, ὀπὸς σιλφίου σὺν ὄξει.