Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(120)φακοὺς δὲ καὶ ἐφηλίδας καὶ ἰόνθους αἴρει ἐπιχριόμενα· ἀδάρκης μεθ’ ὕδατος, ἄκορον σὺν μέλιτι, κόστος σὺν ὕδατι ἢ μέλιτι, ἄλυσσον σὺν μέλιτι, τιθυμάλλου ὀπὸς σὺν μέλιτι — προσέχειν δὲ δεῖ, χρονίσαν γὰρ ἑλκοῖ διὰ βάθους —, ἁλκυόνιον σὺν ὄξει, ἀμπέλου ἀγρίας καρπὸς πέπειρος λεῖος, βρυωνίας ῥίζα λευκὴ καὶ μέλαινα ἑψηθεῖσα μετ’ ἐλαίου ἄχρι χυλώσεως· αἴρει καὶ ἰόνθους ἀμυγδάλινον 〈ἔλαιον〉 σὺν κηρωτῇ καὶ κρίνου ῥίζη.