Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(108) σμήγματα. σμήχει δὲ χρῶτα ὀπὸς συκῆς καὶ χυλὸς μετὰ ἀλεύρου ἐρεγμίνου, ἀμύγδαλα πικρὰ μετὰ μέλιτος, τέφρα κληματίνη καὶ ἡ ἐκ τῶν φηγίνων ξύλων σὺν ὕδατι· βέλτιον δὲ ἡ ἐξ αὐτῶν γινομένη κονία. μυροβαλάνου πίεσμα, ἄρου ῥίζα, γῆ Χία ἀντὶ νίτρου, ἀριστολοχεία μετὰ νίτρου, γογγύλης ἀγρίας σπέρμα μετ’ ἐρεγμοῦ καὶ ᾠοῦ τοῦ λευκοῦ, καὶ καθ’ ἑαυτὸ δὲ τὸ λευκὸν τοῦ ᾠοῦ, ἐρέγμινον ἄλευρον, ὀρόβινον, θέρμινον,

πέπονος σάρξ, σικύου χυλὸς σὺν τῷ σπέρματι μετὰ ἀλεύρου σητανίου, καὶ νίτρον ξηρανθὲν ἐν ἡλίῳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν λεῖον, σικύου ἀγρίου ῥίζα μετ’ ἐρεγμοῦ, βρυωνίας ῥίζα ὁμοίως.