De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

4 θέρους μέντοι ἐργαστέον τὰ προειρημένα· οὕτως γὰρ λευκὸν καὶ ἐνεργὲς γίνεται. σκευάζεται δὲ καὶ χειμῶνος, τῶν πιθακνῶν ὑπεράνω τῶν ἰπνῶν τῶν βαλανείων τιθεμένων ἢ καμίνων· ἡ γὰρ ἀναφερομένη θερμασία τὸ αὐτὸ δρᾷ τῷ ἡλίῳ. κάλλιστον δὲ ἡγητέον τὸ ἐν Ῥόδῳ σκευασθὲν ἢ ἐν Κορίνθῳ ἢ ἐν Λακεδαίμονι, δευτερεύει δὲ τὸ ἐκ Δικαιαρχίας.

5 ὀπτητέον δὲ αὐτὸ τὸν τρόπον τοῦτον· ἐπ᾿  ἀνθράκων πεπυρωμένων θεὶς ὄστρακον καινόν, μάλιστα Ἀττικόν, ἔμπασον λεῖον τὸ ψιμύθιον καὶ κίνει συνεχῶς· ὅταν δὲ τῇ χρόᾳ ἔνσποδον ὑπάρχῃ, ἀνελόμενος ψῦχε καὶ χρῶ. καῦσαι δὲ θέλων εἰς λοπάδα κοίλην λεῖον ἀπόδος, ἐπιθείς τε ἐπὶ τοὺς ἄνθρακας νάρθηκι κίνει, ἕως ἂν τὴν χρόαν ἐοικὸς σανδαράκῃ γένηται καὶ ἀνελόμενος χρῶ.

6 τὸ δὲ οὕτως σκευασθὲν σάννδυξ ὑπό τινων προσαγορεύεται. πλύνεται δὲ τὸ ψιμύθιον ὁμοίως τῇ καδμείᾳ. δύναμιν δὲ ἔχει ψυκτικήν, ἐμπλαστικήν, μαλακτικήν, πληρωτικήν, λεπτυντικήν, ἔτι δὲ πράως κατασταλτικὴν ὑπεροχῶν καὶ κατουλωτικήν, μειγνύμενον κηρωταῖς καὶ λιπαραῖς ἐμπλάστροις καὶ τροχίσκοις· ἐστι δὲ καὶ τῶν ἀναιρετικῶν.