De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

79 ἰὸν δὲ τὸν ξυστὸν οὕτως σκευαστέον· εἰς πιθάκνην ἢ ἄλλο ὅμοιον ἀγγεῖον ἐγχέας δριμύτατον ὄξος ἐπικατάστρεψον χαλκοῦν ἀγγεῖον· καλὸν μέν, εἰ καμαροειδὲς εἴη, εἰ δὲ μή γε, ἰσόπεδον· ἔστω δὲ ἐσμηγμένον καὶ διαπνοὴν μηδεμίαν ἔχον· διὰ δὲ ἡμερῶν δέκα ἀναιρούμενος τὸ πῶμα ἀπόξυε τὸν ἐπιτρέχοντα ἰόν. ἢ λεπίδα ἀπὸ τοῦ αὐτοῦ ποιήσας χαλκοῦ ἐγκρέμασον εἰς τὸ αὐτὸ ἀγγεῖον, ἵνα μὴ ψαύσῃ τοῦ ὄξους, καὶ διὰ τῶν ἴσων ἡμερῶν ἀπόξυε.

ἢ εἰς τὰ στέμφυλα μὴ πρόσφατα ὄντα, ὀξίζοντα 2 ἐγκρύψας μᾶζαν ἢ λεπίδα μίαν ἢ καὶ πλείονας ὡσαύτως ἀναστρέφου. ἔνεστι δὲ καὶ ἐκ ῥινημάτων ποιῆσαι ἢ λεπίδων, αἷς περιεχόμενα τὰ χρυσᾶ πέταλα ἐλαύνεται, ἐάν τις αὐτὰ ἐπιρραίνων ὄξει ἀνακινῇ τρὶς ἢ τετράκις τῆς ἡμέρας, ἄχρι ἂν παντελῶς ἰωθῇ.

γεννᾶσθαι δέ φασιν ἰὸν καὶ ἐν τοῖς Κυπριακοῖς μετάλλοις, 3 τὸν μὲν λίθοις τισὶν ἐπανθοῦντα τῶν ἐχόντων τὸν χαλκόν, τὸν δέ ἔκ τινος σπηλαίου στάζοντα ἐν τοῖς ὑπὸ κύνα καύμασι· καὶ [*](1 SIM. Pl. XXXIV 108 (e S. N.).) [*](1 EXC. Orib. XIII s. v. χαλκός (λεπίδος — χαλκοῦ), cf. Gal. XII 223.) [*](4 SIM. Th. lap. 57; Pl. XXXIV 110 sq. (e S. N.), unde Isid. XVI 20, 14 cf. Vitr. VII 12.) [*](4 EXC. Orib. XIII s. v. (ἰὸν — ἐπιτρέχοντα ἴον, γεννᾶσθαι — χρόαν), cf. Gal. XII 218 (unde Aet. II 55. Paul. Aeg. VII 3 s. v.), Ps. Gal. simpl. s. v. aerugo.) [*](1 nov. cap. incip. E (πβ), Di (ψμε), Dl: mg. add. λεπὶς στομώματος P tit. περὶ λεπίδος στομώματος Di λεπὶς στομώματος· δύναμις E ἡ om. O τῇ om. Orib.: τῆς τοῦ χαλκοῦ λεπίδος E 2 ὁμοίως E 3 καθάραι E) [*](4 num. cap. ψμγ´ O: ψμ𝔮 Di: πγ E xit. περὶ ἰοῦ φυστοῦ HADi τὸν om. HADi οὕτω HADi σκεύαζε E 5 ἤ ἄλλο τι Orib.: ἤ τι ἄλλο E ὅμοιον] ἐοικὸς Orib.E 6 ἀγγεῖον] κῦτος Orib. εἴη addidi ex E γε om. Orib.HA 7 κἂν ἐπίπεδον Orib.E ἐσφιγμένον (φι in ras.) E2 τε καὶ Orib.E μηδεμίαν διαπνοὴν Orib. 8 δὲ om. E δέκα] ῑ EA 9 ἀπὸ om. HA (mg. add. A2) 10 αὐτὸ addidi ex E ψαύσει P: ψαύῃ E 11 τὰ om. Di κὴ om. Di ὄντα EDi (del. E2): om. reliqui 13 ἀνάστρεφε Di ἔστιν E ῥινισμάτων Q 14 αὐτὰς E 15 τῆς addidi ex E ἡμέρας om. QDi ἄχρι ἂν PLF: ἄχρις ἂν HEDi: om. ADi 17 γίγνεσθαι E τοῦτον τὸν ἰὸν Di 18 τὸν (pr.)] τῶν Q ἐν λίθοις (ἐν dittogr.) E τῶν om. HADi ἔχουσι Spr. τὸν (tert.)] τῶν H (corr. H2) 19 καύμασιν· τὸν μὲν Orib.)

50
τὸν μὲν ὀλίγον τε καὶ κάλλιστον εἶναι, τὸν δὲ ἐκ τοῦ σπηλαίου δαψιλῆ μὲν ἐπιρρεῖν καὶ εὔχρουν, φαῦλον δὲ ὑπάρχειν διὰ τὸ πολλοῖς ἀναμεμεῖχθαι λιθώδεσι.

4 δολοῦται δὲ καὶ ἄλλοις πολλοῖς μισγομένοις, μᾶλλον δὲ τούτοις· τινὲς μὲν γὰρ κισήρει, οἱ δὲ μαρμάρῳ, ἄλλοι δὲ χαλκάνθῳ κυκῶσιν αὐτόν. καταλημψόμεθα δὲ τὴν μὲν κίσηριν καὶ τὸ μάρμαρον διὰ τοῦ νοτίσαι τὸν ἀντίχειρα τῆς εὐωνύμου χειρὸς καὶ τῷ ἑτέρῳ προστρίβειν τοῦ ἰοῦ τι μέρος· συμβαίνει γὰρ τὸν μὲν διαχεῖσθαι, τὸ δὲ ἀπὸ τῆς κισήρεως καὶ μαρμάρου μένειν ἀδιάχυτον καὶ τέλος ἀπολευκαίνεσθαι τῇ ἐπὶ πλεῖον παρατρίψει καὶ τῇ τοῦ ὑγροῦ παραπλοκῇ.

5 οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς τῶν ὀδόντων ἐπερείσεως· λεῖον γὰρ ὑποπίπτει καὶ οὐ τραχὺ τὸ ἀμιγές. τὸ δὲ χαλκανθὲς ἀπελέγχεται τῷ πυρί· εἰ γάρ τις ἐμπάσας τὸν οὕτως δεδολωμένον ἰὸν ἐπὶ λεπίδα ὄστρακον, τούτων τὸ ἕτερον ἐπὶ θερμῆς τέφρας ἢ ἀνθρακιᾶς θείη, μεταβάλλει καὶ κατερυθραίνεται τὸ χαλκανθὲς διὰ τὸ φύσει καιόμενον αὐτὸ τοιαύτην ἔχειν χρόαν.