De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

36 ὁ δὲ κέδρινος ἢ ἀρκεύθινος ἢ κυπαρίσσινος ἢ δάφνινος ἢ πιτύινος ἢ ἐλάτινος σκευάζεται ὁμοίως· χρὴ γὰρ τὰ ξύλα νεότμητα σχίζοντας, ὅτε τὸν καρπὸν ἐκδίδωσι, τιθέναι πρὸς ἥλιον ἢ ἐν βαλανείῳ ἢ πρὸς πυρί, ὥστε συνιδρῶσαι, καὶ μίσγειν τῷ χοεῖ τοῦ οἴνου μνᾶν μίαν, καταστήσαντάς τε ἐᾶν δύο μῆνας, εἶτα μεταγγίζειν καὶ ἡλιάσαντας ἀποτίθεσθαι. πληροῦν δὲ δεῖ τὰ ἀγγεῖα ἐπὶ τῶν σκευαστῶν οἴνων· ἀποξύνει γάρ τὰ ἀπόκενα.

[*](17 SIM. Pl. XIV 112 (e S. N.).)[*](1 πλεονάζει ὠς ἐν γ. E ὁ om. QDi 2 τὸ ψύχειν Di: τὰ ψύγη F παραπλακῇ LQDi 3 ῥητίνῃ addidi ex E 4 ἀπιθοῦσι L: ἀπειθοῦσι F 8 τοῖς καταρροιξ. E 10 γυναιξί om. E τε E: δὲ reliqui ἡλκωμένοις LQDi)[*](12 num. cap. χ𝒢θ΄ Q: ψβ Di: λζ E δὲ οἶνος E γλυκεῖ 13 τετρυ- γημένων E: ποιυ μένων (sic) L: recentes et maritimos Dl: om. reliqui 14 τῷ addidi γλυκεῖ FEDl: γλεύκει reliqui, cf. D. I 69, 4 p. 66, 9)[*](17 num. cap. ψ΄ Q: ψγ Di: λη E ὁ δὲ δρύινος καὶ κέδρινος καὶ ἀρκεύ- θινος καὶ κ. καὶ δ. καὶ π. καὶ ἐλάτινος οἶνος Ε κέδινος ναρκωθινὸς L 20 ἥλιον βαλανείῳ ἢ πρὸς πυρὶ L: ἡλίῳ ἢ βαλανείῳ ἢ πυρί (πρὸς ἥλιον ἢ ἒν βαλανείῳ ἢ ὅλως πρὸς π. corr. H2): aut sole aut in balneo siccanda sunt Dl πρὸς om. Di τῷ πυρὶ E 21 χοὶ DiQ: χόει E μίαν om. E κτατή- σοντας L: κατασταθμίσαντας E: καταμίξαντας QDi: correxi 22 μῆνας δύο H: μῆνας Di: β΄ μῆνας F μνᾶς E ἀποθέσθαι E 23 δεῖ om. L σκευαστῶν Di: σκευασίμων LQ: σκενασιτῶν E 24 γὰρ] τε L, fort. δὲ ἀπο- κείμενα L)
26

2 ἄθετοι μέντοι οἱ φαρμακώδεις οἶνοι τοῖς ὑγιαίνουσι. θερμαντικοὶ δὲ πάντες οὗτοι, οὐρητικοί, ὑποστύφοντες· ὁ μέντοι δάφνινος θερμαντικώτερος.

γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ τῶν μειζόνων κέδρων οἶνος· δεῖ δὲ τῷ χοεῖ τοῦ γλεύκους ἡμιμναῖον κεκομμένων τῶν κεδρίδων μεῖξαι, ἡλιάσαι τε ἐφʼ ἡμέρας μ΄, μετὰ δὲ ταῦτα διυλίζειν καὶ μεταγγίζειν. γίνεται καὶ ὁ ἐκ τῶν ἀρκευθίδων τοῦ καρποῦ ὁμοίως τῷ κεδρίτῃ, τὰ αὐτὰ ποιῶν.