De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

88

3 τούτων τὸ μὲν πρῶτον καὶ δεύτερον εἰς σμήγματα παραλαμβάνεται γυναικῶν, καὶ πρὸς φακούς, λειχῆνάς τε καὶ λέπρας καὶ ἀλφοὺς καὶ μελανίας καὶ σπίλους τοὺς ἐπὶ τοῦ προσώπου καὶ τοῦ λοιποῦ σώματος. τὸ δὲ τρίτον εὐθετεῖ πρὸς δυσουροῦντας καὶ ἀμμώδη συλλέγοντας ἐν τῇ κύστει νεφριτικούς, πρὸς ὕδρωπας, σπλῆνας. καὲν δὲ καὶ καταχρισθὲν σὺν οἴνῳ ἀλωπεκίας θεραπεύει.

4 τὸ δὲ ὕστατον ὀδόντας λευκαίνειν δύναται· παραλαμβάνεται δὲ καὶ εἰς ἄλλα σμήγματα καὶ ψίλωθρα μισγόμενον ἁλκί.

καῦσαι δὲ βουλόμενός τι τούτων εἰς ὠμὴν χύτραν ἔμβαλε καὶ περιαλείψας τὸ στόμα αὐτῆς πηλῷ δὸς εἰς κάμινον· ὅταν δὲ ὀπτηθῇ ὁ κέραμος αὐτῆς, ἀνελόμενος ἀπόθου καὶ χρῶ. πλύνεται δὲ ὡς ἡ καδμεία.