De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

τὸ δὲ ἕτερον τοῦ κατεργαζομένου χαλκοῦ ὥσπερ ὑποστάθμη 2 τις καὶ τρὺξ ὑπάρχει· μετὰ γὰρ τὴν τοῦ ψυχροῦ ὕδατος περίχυσιν, ὡς ἀνώτερον ἔφαμεν περὶ ἄνθους χαλκοῦ διαλεγόμενοι, μετὰ τὴν ἀναίρεσιν τοῦ χαλκοῦ εὑρίσκεται ἐν τῇ χώνῃ ἐγκείμενον τῷ πυθμένι αὐτῆς, τήν τε στῦψιν καὶ τὴν γεῦσιν χαλκοῦ ἔχον. τὸ δὲ τρίτον σκευάζεται οὕτως· λίθον τὸν λεγόμενον πυρίτην συνθέντες εἰς κάμινον οἱ πρὸς τούτοις ὄντες καίουσιν ἐπὶ ἡμέρας ἱκανὰς ὡς τίτανον· ὅταν δὲ τῇ χρόᾳ μιλτώδης γένηται, ἀνελόμενοι ἀποτίθενται.

τινὲς δέ φασιν ἐκ μόνης τῆς τὸν 3 χαλκοῦν λίθον ἀποτελούσης ὕλης γεννᾶσθαι τὸ προειρημένον, ὅταν ὀπτηθεῖσα ἐν ταῖς λεγομέναις ἅλωσιν ἄνω μετενεχθῇ εἰς τοὺς βόθρους καὶ ἐνταῦθα καίηται· τόν τε γάρ κύκλῳ τῶν βόθρων τόπον ἐπιλαμβάνειν καὶ μετὰ τὴν ἀναίρεσιν τῶν λίθων οὐδὲν ἧσσον εὑρίσκεσθαι. προκριτέον δʼ αὐτοῦ τὸ τῇ γεύσει ἔγχαλκον, ἰίζον, στῦφόν τε καὶ ἀναξηραῖνον ἱκανῶς τὴν γλῶσσαν, ὅπερ ἡ κεκαυμένη ὦχρα οὐ κέκτηται, ἣν καίοντες ἀντὶ διφρυγοῦς πιπράσκουσι.

δύναμιν δὲ ἔχει στυπτικήν τε καὶ ἀναξηραντικὴν ἐπιτεταμένως, 4 ἀνακαθαρτικήν τε καὶ σμηκτικὴν καὶ κατασταλτικὴν ὑπερσαρχώσεως, ἀπουλωτικὴν κακοήθων καὶ ἑρπυστικῶν ἑλκῶν· διαφορεῖ καὶ ἀποστήματα ἀναλημφθὲν τερεβινθίνῃ ἢ κηρωτῇ.

[*](19 SIM. Zop. (Orib. II 578. 587). Cels. V 7. 8. Pl. l. s. 136. D. eup. I 170 (182) 153 (171).)[*](1 τῷ ἡλίῳ καὶ τοῖς φρυγάνοις Orib. τοῦ-om. ODi ξηραίνεσθαί τε καὶ om. Orib.: καίεσθαι καὶ ξηροποιεῖσθαι καὶ Di οἱονεὶ φρύγεσθαι Orib.EDi 3 καὶ] ἢ Orib. 4 ἀνωτέρω QEDi post ἔφαμεν add. τὸν λόγον ποιούμενοι Q, del. H2 5 τῇ χ. ἐγκείμενον om. superscr. E2 6 post πυθμένι c. 20 litt. del. E2 post αὐτῆς add. τοιοῦτο εἶδος E, τὸ τοιοῦτον εἶδος Di 7 οὕτω Orib.HADi 8 καίουσιν ὡς τίτανον Orib.E 9 ἱκανὰς πλείονας Orib.E ἡ χρόα ODi 11 χαλκὸν PEDi, χαλκῖτιν Pl. XXXV 186 λίθον PE (post ἀποτελούσης transpos. E) ὕλης om. OEDi τὸ προειρημένον om. O 12 ἐκ τῆς λεγ. ἅλωνος Q μετενεχθῇ Di: ἀνενεχθῇ reliqui 13 τήν τε γὰρ ἐν κύκλῳ σποδὸν (ν add.E2) τῶν βόθρων E κύκλῳ τόπον τῶν βόθρων HDi 14 τόπον om. E ἐπιλαμβάνει DiE2 15 ἧττον Q: ἴσον Di 16 ἰίζον om. Orib.Di: ἰάζον (2 litt. initio deletis) E2 17 ὥσπερ HA. οὐκ ἐκτήκεται ADiH2 ἣν δὴ Di 18 σπουδάζουσιν πιπράσκειν E 10 στυπτικήν τε καὶ ἀνακαθαρτικὴν ἐπιτεταμένως σμηκτικήν τε καὶ (τε καὶ om. Di) ξηραντικὴν καὶ (om. Di) κατασταλτικὴν HDi ξηραντικὴν LHDi 20 τε post ἐπιτεταμένως colloc. PLF 21 ὑπερσαρκωμάτων E ἐπουλωτικὴν Q ἑλκῶν addidi 22 διαφέρει P: διαφορεῖ δὲ E τερμινθίνη ἢ (ἢ in ras. E2) E)
74

104 ἀρσενικὸν κατὰ τὰ αὐτὰ γεννᾶται μέταλλα τῇ σανδαράκῃ. ἄριστον δὲ ἡγητέον τὸ πλακῶδες καὶ χρυσίζον τῇ χρόᾳ, τάς τε πλάκας λεπιζομένας ἔχον καὶ ὡς ἂν ἐπικειμένας ἀλλήλαις, ἔτι δὲ ἀμιγεῖς ἑτέρας φύσεως. τοιοῦτο δ᾿  ἐστὶ τὸ γεννώμενον ἐν Μυσίᾳ τῇ ἐν Ἑλλησπόντῳ. ἐστι δʼ αὐτοῦ εἴδη δύο· τὸ μὲν οἷον προείρηται, τὸ δὲ βωλῶδες, ὠχροειδὲς τῇ χρόᾳ, σανδαρακίζον, ἐκ Πόντου καὶ Καππαδοκίας φερόμενον· δευτερεύει δὲ τὸ τοιοῦτον.