De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

83 Κολχικόν· οἱ δὲ βολβὸν ἄγριον, οἱ δὲ ἐφήμερον καλοῦσι. λήγοντος τοῦ φθινοπώρου ἀνίησιν ἄνθος λευκόν, ὅμοιον κρόκου ἄνθει, ὕστερον δὲ τὰ φύλλα φέρει βολβῷ παραπλήσια, λιπαρώτερα δέ, καυλὸν σπιθαμιαῖον, καρπὸν ἔχοντα πυρρόν, ῥίζαν φλοιὸν ἔχουσαν ἔγκιρρον ἐν τῳ μέλανι, ἥτις λεπιζομένη λευκὴ καὶ ἁπαλὴ καὶ γλυκεῖα καὶ ὀποῦ μεστὴ εὑρίσκεται· ἔχει δὲ ὁ βολβὸς διάφυσιν μέσην, καθʼ ἣν τὸ ἄνθος ἀφίησι.

2 γεννᾶται δὲ πλείστη ἐν Κόλχοις καὶ ἐν τῇ Μεσσηνίᾳ.

βρωθεῖσα δὲ κτείνει κατὰ πνιγμὸν ὁμοίως τοῖς μύκησιν. ἀνεγράψαμεν δὲ αὐτήν, ἵνα μὴ λάθῃ βρωθεῖσα ἀντὶ βολβοῦ· παραδόξως γάρ ἐστιν ἐπακτικὴ διὰ τὴν ἡδονὴν τοῖς ἀπείροις. βοηθεῖ δὲ τοῖς φαγοῦσιν ὅσα καὶ τοῖς μύκησι, καὶ γάλα δὲ βόειον πινόμενον, ὥσθʼ ὅταν παρῇ τοῦτο, μηδενὸς ἄλλου δεῖσθαι βοηθήματος.