De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

60 κύμινον ἄγριον· φύεται μὲν πλεῖστον καὶ ἐνεργέστερον ἐν Καρχηδόνι τῆς Σπανίας, καυλίον σπιθαμιαῖον, λεπτὸν ἔχον, φυλλάρια τέσσαρα ἢ πέντε λεπτά, οἱονεὶ πεπρισμένα τὴν κατάσχισιν ὡς γιγγίδιον· κεφάλια δὲ ἐπ’ ἄκρου πέντε ἢ ἓξ στρογγύλα, μαλακὰ ἔχει, ἐν οἷς ὁ καρπὸς ἀχυρώδης, γευομένῳ δὲ δριμύτερος τοῦ ἡμέρου φύεται ἐν γεωλόφοις.

2 πίνεται δὲ τὸ σπέρμα πρὸς στρόφους καὶ ἐμπνευματώσεις σῦν ὕδατι, σὺν ὄξει δὲ λυγμούς παύει, πρὸς δὲ τὰ ἰοβόλα καὶ πλάδον στομάχου σὺν οἴνῳ· αἴρει δὲ καὶ ὑπώπια μασηθὲν καὶ καταπλασθὲν σύν μέλιτι καὶ σταφίδι, φλεγμονάς τε διδύμων ἰᾶται μετὰ τῶν αὐτῶν καταπλασσόμενον.