De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

14 ὅταν δὲ παγῇ, ἀνελόμενος κόγχῳ τὸ προειρημένον εἰς κεραμεοῦν ἀγγεῖον βάλε καὶ πωμάσας στεγανῶς ἀπόθου ἐν καταψύχρῳ τόπῳ· χειμῶνος δὲ ταῦτα δραστέον, ἐν γάρ θέρει οὐ πήγνυται. τινὲς δὲ πρὸς τὴν σύστασιν αὐτοῦ καὶ τὴν πῆξιν βραχύ κηροῦ Τυρρηνικοῦ μίσγουσιν. τῳ δὲ αὐτῷ τρόπῳ ἀρωματιστέον καὶ τὸ ὕειον καὶ ἄρκειον καὶ τά ὅμοια.

σαμψουχίζεται δὲ στέαρ οὕτως· λαβών τοῦ καλῶς τεθεραπευμένου ὅσον μνᾶν μίαν — ἔστω δὲ μᾶλλον ταύρειον — καὶ σαμψούχου ὡρίμου τεθλασμένου ἐπιμελῶς μνᾶν μίαν ἥμισυ μεῖξον καὶ μαγίδας ἀνάπλασον ἐπιχέας δαψιλέστερον οἶνον, εἶτα ἀποθέμενος αὐτὰς εἰς ἀγγεῖον καὶ σκεπάσας ἔασον ἐννυκτερεῦσαι.

15 πρωὶ δὲ εἰς χύτραν κεραμεᾶν ἐμβαλὼν καὶ ὕδωρ ἐπιχέας ἕψε κούφως. ὅταν δὲ τὴν ἰδίαν ὀσμὴν ἀποβάλῃ τὸ στέαρ, διυλίσας αὐτὸ καὶ ἐάσας μεῖναι ὅλην τὴν νύκτα πεπωμασμένον καλῶς, τῇ ἐπιούσῃ ἀνελόμενος τὸν τροχίσκον καὶ προσαποξύσας τὴν ἐν τῳ πυθμένι ῥυπαρίαν μεῖξον πάλιν σαμψούχου κεκομμένου, ὡς εἴρηται, ἄλλην μνᾶν μίαν ἥμισυ καὶ ὡσαύτως ἀναστρέφου, μαγίδας τε ποιῶν καὶ τὰ ἄλλα τὰ προειρημένα ἐπὶ [*](1 εὐωδιασθῇ QDi 2 οἱουτινοσοῦν H: οἵουτινος E (οἵου del. E2) 3 χί- τραν ὁστρακινην E 4 καὶ καλάμου om, H ἀδρομερῶς E 5 κεκομμένου EDi ιβ Ε: ιβ΄ reliqui τε παλαιοῦ οἴνου κοτύλην α Ε 6 εἰς ἄνθρακας E τετράκις ἢ τρίς E (τετράκις ἢ del. E2) 9 χύλισον libri: corr. Sar. ἀργυροῦν FEDl: καθαρὸν reliqui 11 βάλε om. mg. add. E2: βάλλε F post βάλλε add. καινὸν HDi στεργνῶς πωμάσας E 12 πίσσεται E 13 τὴν om. E 14 κυρηνικοῦ F 15 τὸ om. E ἄρκειόν τε (om. καὶ pr.) Di 16 σαμψυχίζεται libri: correxi, cf. D, III 39 18 ἐπιμελῶς] ὁλο- σχερῶς E ὅσον μνᾶν H 19 μίξον ἐπιμελῶς E μαγίδας] μαλάξας E: μίξας V ἀναπλάσας F ἐπιχέας Q: ἐπιραίνου E: ἐπιρραίνων Di 20 αὐτὰ QE σκευάσας E νυκτερῦσαι QDi 21 κύθραν QDi 22 ἀποβάλλη F 23 ὅλην νύκτα μεῖναι E 24 ἀποξύσας E: προσαποψύξας Di 25 πρὸς τὸν πυθμένα E 16 ἀναστρέφου E: ἀναστρέφων Q: 'αν;απλασσε Di 27 τε om. EDi ἃ ἰδίως προείρηται E: ἃ προείρηται Di)

157
πᾶσι δὲ ἑψήσας καὶ διυλίσας ἀφελών τε, εἴ τις πρὸς τῷ πυθμένι ῥυπαρία ὑπάρχοι, ἀπόθου ἐν καταψύχρῳ τόπῳ.

εἰ δὲ ἀθεράπευτον στέαρ χήνειον ἢ ἀρνίθειον ἢ μόσχειον 16 θέλοι τις ἄσηπτον διατηρῆσαι, οὕτως ποιητέον αὐτό· λαβὼν πρόσφατον, ὁποῖον ἂν αἱρῇ, ἔκπλυνον ἐπιμελῶς καὶ διαψύξας ἐπὶ κοσκίνου ἐν σκιᾷ, μετὰ τὸ ξηρανθῆναι ἔμβαλε εἰς ὀθόνην καὶ ἐκπίεσον ταῖς χερσὶν ἐρρωμένως, εἶτα λίνῳ διείρας κρέμασον ἐν τόπῳ σκιερῷ· μετὰ δὲ ἡμέρας πολλὰς καινῷ ἀποδήσας χαριῃ ἀποτίθεσο ἐν καταψύχρῳ τόπῳ. ἄσηπτα δὲ διαμένει καὶ ἐν μέλιτι ἀποτεθέντα.

δύναμιν δὲ ἔχει τὰ στέατα πάντα θερμαντικήν. τὸ μέντοι 17 ταύρειον στύφει ποσῶς καὶ τὸ βόειον καὶ τὸ μόσχειον, καὶ τὸ λεόντειον δὲ ἀναλογεῖ τούτοις· φασὶ δὲ καὶ ἀντιφάρμακον αὐτὸ τοῖς ἐπιβουλεύουσιν εἶναι. τὸ δὲ ἐλεφάντειον καὶ ἐλάφειον ἑρπετὰ διώκει καταχριόμενον τὸ δὲ αἴγειον στυπτικώτερον, ὅθεν δυσεντερικοῖς δίδοται σύν ἀλφίτῳ καὶ τυρῷ, καὶ ἑψόμενον ἐγκλύζεται μετὰ πτισάνης χυλοῦ. εὐθετεῖ δὲ καὶ φθισικοῖς ἐν ῥοφήμασιν ὁ ἐξ αὐτῶν ζωμός, καὶ τοῖς κανθαρίδας πεπωκόσιν ὠφελίμως δίδοται.