Protrepticus A
Lesbonax (Rhetorician)
Lesbonax. Lesbonactis sophistae quae supersunt. Kiehr, Friedrich, editor. Strasbourg: Dumont-Schauberg, 1906.
Δεῖ δὲ ὑμᾶϲ ϲκέψαϲθαι, ὅϲα ἀγαθὰ ἔνεϲτιν ἐν τῳ νικανμαχομένουϲ τοὺϲ πολεμίουϲ. πρῶτον μὲν τὴν πόλιν καὶ τὴν χώραν ϲώζετε, ἐν ᾗ ἐτράφητε, ἣν ὑμῖν οἱ πρόγονοι τειχίϲαντεϲ καὶ ἄλλα πολλὰ ταλαιπωρηθέντεϲ κατέλιπον οὐκ απολέϲαι, ἀλλὰ ϲῶϲαι· ἣν ἐλευθέραν μὲν παραλαβοῦϲιν αἰϲχρὸν --- ὑφ’ ὑμῶν ἐλευθερωθῆναι· καὶ μὴ τὸν κίνδυνον καταδείϲαντεϲ καὶ νομίϲαντεϲ μείζω εἶναι ἢ ὅϲοϲ ἐϲτί, τὴν μὲν ὑπάρχουϲαν ἀρετὴν ἀπολέϲητε, τὴν δ’ οὐχ ὑπάρχουϲαν κακότητα κτήϲηϲθε.
ἔτι δὲ καὶ ἱερὰ ὑμῖν οἱ πατέρεϲ ἱδρυϲάμενοι κατέλιπον, κοϲμήϲαντεϲ ναοῖϲ καὶ βωμοῖϲ καὶ ἀγάλμαϲι καὶ ἄλλοιϲ πολλοῖϲ καὶ καλοῖϲ ἀναθήμαϲιν· ἃ μὴ περιίδητε ϲυληθέντα καὶ πεϲόντα ἀτίμωϲ, ἀλλ’ ἀμύνετε, ὅϲον ἕκαϲτοϲ δυνατόϲ ἐϲτι, τῷ θεῷ, ἄλλωϲ τε
μετὰ τοῦ ὑμῖν ϲυμφέροντοϲ καὶ δεδηλωκότων τῶν θεῶν ἐν τοῖϲ ἱεροῖϲ τὴν εἰϲ ὑμᾶϲ εὔνοιαν, ἀναμνηϲθέντεϲ πομπῶν καὶ πανηγύρεων καὶ ἀγώνων, ἐν οἷϲ τῶν μὲν παρουϲῶν ἀνιῶν ἐπελανθανόμεθα, μετὰ δὲ τὴν ἡδονὴν ἄλλαϲ προϲεκτώμεθα, ϲυνόντεϲ ἀλλήλοιϲ κατά τε φιλότηταϲ καὶ κατὰ ϲυγγενείαϲ καὶ κατὰ ἡλικίαϲ, ἐξευπορίζοντεϲ αὐτοί τε ὅπωϲ ἡμᾶϲ αὐτοὺϲ ὡϲ ἐλάχιϲτα λυπήϲομεν τούϲ τε παρόνταϲ ὡϲ πλεῖϲτα εὐφρανοῦμεν.ὁ δὲ παρεϲτηκὼϲ ἀγὼν τέλοϲ ἔχει ἢ ταῦτά τε διαϲῶϲαι καὶ ἕτερα πολλῷ πλέονα καὶ καλλίω καὶ μείζω προϲκτήϲαϲθαι ἢ τῶν τε ὑπαρχόντων ϲτερηθῆναι καὶ αὐτοὺϲ πολλὰ καὶ οἰκτρὰ παθεῖν καὶ ἰδεῖν.
ἐπανενεγκεῖν δὲ τὴν γνώμην ὑμῶν ἕκαϲτον βούλομαι — ὃ καὶ δεῖ ϲκέψαϲθαι —, ἃ περὶ πλείϲτου ποιούμενοι κατελίπομεν· τοὺϲ γεννήϲανταϲ πατέραϲ καὶ μητέραϲ, ὁ δὲ υἱούϲ, οὕϲ τε ἐφύτευϲε καὶ ἐξέφυϲεν, ὁ δὲ ὁμογενεῖϲ ἀδελφούϲ τε καὶ ἀδελφάϲ, ὧν οἱ μὲν γήρᾳ πολὺ ὑπερβάλλοντεϲ, οἱ δὲ νεότητι πολὺ ἐλλείποντεϲ τοῖϲ μὲν ϲώμαϲιν οὐχ οἷοί τέ εἰϲιν ἀμύνειν, τῶν δὲ κινδύνων πλεῖϲτον μέροϲ μετέχουϲιν.
ἐν οἷϲ ἡμῶν μὲν προθυμηθέντων αἱ εὖ ἀγωνιϲαμένων εὐδαίμονεϲ μὲν οἱ πατέρεϲ, τίμιοι δὲ οἱ παῖδεϲ, ζηλωταὶ δὲ αἱ γυναῖκεϲ καὶ αἱ θυγατέρεϲ καὶ αἱ ἀδελφαὶ καὶ ἑνὸϲ ἑκάϲτου καὶ ϲυμπάντων· ἐλλιπόντων δὲ ἡμῶν τὴν προθυμίαν καὶ μὴ θεληϲάντων διαμάχεϲθαι εἰϲ τὸ ἔϲχατον, ἄθλιοι μὲν οἱ πατέρεϲ, ϲτερηθέντεϲ μὲν τῆϲ ἡμετέραϲ προϲόψεωϲ, ϲτερηθέντεϲ δὲ πόλεωϲ καὶ χώραϲ καί ἱερῶν, ἀντὶ δὲ καλλίϲτηϲ ἐλευθερίαϲ εἰϲ αἰϲχίϲτην δουλείαν καθιϲτάμενοι, ἐν ἡλικίᾳ τοιαύτῃ, ἐν ᾗ τὸ μὲν φρονεῖν ἃ πάϲχει τιϲ οὐ γεγήρακεν, ὁ δὲ γινώϲκων
πάϲχει ἀδύνατοϲ καθέϲτηκεν ἀμῦναι, ὥϲτε χαλεπώτερον φέρειν· εἰ γὰρ παρῆν γινώϲκειν μὲν μή, δύναϲθαι δὲ τῷ ϲώματι, ῥᾴων ἂν ἦν ἡ ϲυμφορά·οἰκτραὶ δ’ αἱ γυναῖκεϲ καθίϲτανται, δυϲτυχεῖϲ δὲ καὶ παῖδεϲ καὶ ἀδελφοί, τῶν τε αὐτῶν τούτων ϲτεριϲκόμενοι καὶ τῶν ἐλπίδων ἐφ’ αἷϲ ἐτράφηϲαν, καὶ οἷϲ ἐν τῷ νῦν χρόνῳ ζῆλον καὶ τιμὴν κάλλοϲ καὶ εὐείδεια, εἰϲ δουλείαν πίπτουϲι καὶ αἶϲχοϲ καὶ ἀτιμίαν φέρει· ἀντὶ γὰρ τῶν καλλίϲτων καὶ ἐντιμοτάτων γάμων εἰϲ αἰϲχίϲτουϲ καὶ ἀτιμοτάτουϲ πίπτουϲιν. ἥτε αὖ δυϲείδεια εἰϲ τοιαῦτα ἔργα καθίϲτηϲι τὰ ϲώματα. ἐν οἷϲ καὶ τὸ ὑπάρχον ἀγαθὸν τῆϲ τροφῆϲ ζημία καθίϲταται. οὐ δυνάμενοι δὲ τοὺϲ πόνουϲ ὑπεκφέρειν, ἀντὶ τοῦ βίου τοὺϲ αἰϲχίϲτουϲ καὶ βιαιοτάτουϲ θανάτουϲ αἱροῦνται.
ὅϲτιϲ οὖν τοιούτων ἄθλων προκειμένων μὴ ἔϲται ἀνὴρ ἀγαθὸϲ ἐν τῷδε τῷ ἀγῶνι, ἀλλ’ οἰόμενοϲ, ὡϲ τοῦ πράττειν γενήϲεται εὐκαιρία τιϲ εἰϲαῦθιϲ, ὑπολείπεται ἢ γνώμῃ ἢ ῥώμῃ, ἀμφοῖν ϲτερηθήϲεται, τῆϲ τε νῦν τῆϲ τε εἰϲαῦθιϲ τῶν ἔργων· ὅδε γὰρ ὁ ἀγὼν αὐτῷ τέλοϲ ἔχει.
Ἐνθυμηθῆναι δὲ χρὴ καὶ τίνοϲ οὕνεκ’ ἂν μᾶλλον οὐκ ἀξιώϲαιτε μάχεϲθαι, ἢ τί ἀγαθὸν οὐκ ἔνεϲτιν ἐν τῷ νικᾶν μαχομένουϲ τοὺϲ πολεμίουϲ. τοῦτο ἀρετὴν ϲύμπαϲαν ϲυλλαβὸν ἔχει· ἐν τούτῳ ἔνεϲτιν ὑμῖν, ὅϲα τιϲ εὔξαιτο. δοκεῖ εἷναι εἰρήνη ἀγαθόν; αὕτη ἐπὶ τοῖϲ τοὺϲ πολεμίουϲ νικῶϲι γίγνεται ὅπωϲ ἂν βούλωνται διαθέϲθαι. δοκεῖ εἶναι κτημάτων κτῆϲιϲ ἀγαθόν; τοῦτο τοῖϲ νικῶϲι γίγνεται· τά τε γὰρ ὑπάρχοντα ἀϲφαλῶϲ
τά τε τῶν πολεμίων ἀδεῶϲ καρποῦνται.δικαιότητοϲ μέγα τὸ ἀξίωμα· δικαιότητοϲ τοίνυν τόδε τὸ ἔργον πλεῖϲτον μετέχει. δίκαιον μὲν γὰρ τῇ πατρίδι ἀμύνειν, ἐν ᾗ ἐτράφητε, δίκαιον δὲ ἱεροῖϲ πατρῴοιϲ καὶ μνήμαϲι τῶν προγόνων, δίκαιον δὲ τοὺϲ πατέραϲ ὑμῶν, ὑφ’ ὧν ἐτράφητε, ἀντιγηροτροφῆϲαι, δίκαιον δὲ τοὺϲ παῖδαϲ, ἐπειδήπερ ἐφύϲατε, ἐκθρέψαι, δίκαιον δὲ τούτων τινὰ μὴ ἐλλείπειν.
εἰ δέ τιϲ ϲοφίαν ἐπιτηδεύει, τὸ νικᾶν μαχόμενον τοῦτο ϲοφίαν ἡγηϲάϲθω, εἴ γε οὐ ϲοφὸν τὸ δοῦλον εἶναι, τὸ δ’ ἐλεύθερον ϲοφόν. κάλλοϲ ἐν τιμῇ εἶναι δοκεῖ; οἱ αὐτοὶ τοίνυν ἄνδρεϲ νικῶντεϲ οἵ τε καλοὶ καλλίουϲ δοκοῦϲιν εἶναι, οἵ τε αἰϲχροὶ δεινότεροι· πᾶν γὰρ τὸ ἐλεύθερον καλόν.
εἴ τιϲ τοίνυν εὐγενείαϲ βάϲανοϲ, ἐν τῷδε τῷ ἔργῳ μάλιϲτα ἔνεϲτιν. ὅϲτιϲ μὲν γὰρ πρότερον δοκῶν εὐγενὴϲ νῦν μὴ θελήϲει διαμάχεϲθαι, τὴν τ’ ἐκ τῶν προγόνων ὑπάρχουϲαν εὐγένειαν ἀπολεῖ τοῖϲ τε παιϲὶ δυϲγένειαν ἀπολείψει· ὅϲτιϲ δὲ ἐν τῷ ἔργῳ ἔϲται ἀνὴρ ἀγαθόϲ, τῶν τε προγόνων τὴν ἀρετὴν τοὺϲ καθ᾽ αὑτὸν ἀναμνήϲει τοῖϲ τε παιϲὶν εὐγένειαν καταλείψει· τῶν γὰρ ἐν τοῖϲ δεινοῖϲ ἀνδρῶν ἀγαθῶν γιγνομένων οἱ παῖδεϲ εὐγενεῖϲ νομίζονται.
Πολλὰ δὲ εἰρηκὼϲ ἀγαθὰ ὅϲα ἔνεϲτιν ἐν τῷ νικᾶν, πολλὰ ἕτερα παρίημι, ὧν εἷϲ ἕκαϲτοϲ αὑτὸν ἀναμιμνήϲκων ἀνὴρ ἀγαθὸϲ γιγνέϲθω· ὅϲα δὲ τὰ διαφέροντα ἐν αὐτῷ τῷ μάχεϲθαι ἔνεϲτιν εἰϲ τὸ ϲῷζεϲθαί τε καὶ διαφθείρεϲθαι, ταῦτα ὑμᾶϲ διδάξω. πρῶτον μὲν τὸ ϲῶμα εἰϲ τὸ ἔμπροϲθεν πέφυκε καὶ βαδίζειν καὶ βλέπειν.
ἔπειτα τὰ ὅπλα οὕτωϲ εὕρηται ἔμπροϲθεν τοῦ ϲώματοϲ προβεβλῆϲθαι, ἡ μὲν ἀϲπὶϲ τοῦ μὴ τιτρώϲκεϲθαι, τὸ δὲ δόρυ τοῦ ἀμύνεϲθαι, ὥϲτε ἐὰν βούληϲθε εἰϲ τὸ ἔμπροϲθεν βαδίζειν ἐπὶ τὸ μαχόμενον ἀεὶ πάντεϲ, ἀκούοντεϲ τὰ λεγόμενα καὶ τὰ παραγγελλόμενα ποιοῦντεϲ, ἀναμιμνηϲκόμενοι τῶνδε τῶν ἀγαlacunam
παραθαρρύνοντεϲ ἀλλήλουϲ, μέγα φρονοῦντεϲ μὲν τοῖϲ ἔργοιϲ, ἀξιοῦντεϲ δὲ μάχεϲθαι καὶ ἐκείνοιϲ, οὕτωϲ παρελθόντεϲ ταῦτα ὑπουργήϲαντεϲ, ὅϲα δὴ ἀνθρώπινα, νικήϲετε.εἰ δέ τιϲ ὑμῶν ἀξιώϲαϲ τοὺϲ μὲν πολεμίουϲ πλεῖόν τι εἶναι ἢ ἀνθρώπουϲ καὶ ἀτρώτουϲ εἶναι, αὐτὸϲ δὲ ὡϲ μηδενὸϲ ἄξιοϲ ὑποχωρήϲει, τοῦτο ϲωτηρίαν νομίϲαϲ εἶναι, πρῶτον μὲν τὴν γνώμην ἡττημένοϲ ἀδικεῖ, ἔτι δὲ ἔμπαλιν αὐτῷ τὸ ϲῶμα τοῦ ἔργου πεφυκὸϲ τὰ ἐναντία οἷϲ βούλεται ὑπουργήϲει — εἰϲ τοὔπιϲθεν μὲν γὰρ οὔθ’ οἱ πόδεϲ πεφύκαϲιν ἀναχωρεῖν οὔθ’ οἱ ὀφθαλμοὶ ὁρᾶν οὐδενόϲ —, δίχα δὲ διαιρεθεὶϲ τῷ ἀναχωρεῖν ὑπηρετῶν καὶ τὸν ἐπιόντα ἅμα κίνδυνον φυλάττων καθυφήϲει ταχέωϲ καὶ τὸν ἀντιϲτάτην οὐ δυνήϲεται ἀμύνεϲθαι.
ἐὰν δὲ ἀναϲτραφεὶϲ ἀξιοῖ φεύγειν ὡϲ ἀποφευξόμενοϲ, πρῶτον μὲν τὰ γυμνὰ τοῖϲ πολεμίοιϲ δείξει, ἐν οἷϲ τιτρώϲκεϲθαι ἢ ἁλίϲκεϲθαι ἀνάγκη, ἔπειτα πολλοὶ καὶ κοῦφοι οἱ διωξόμενοι ἀκοντιϲταὶ καὶ ϲφενδονῆται καὶ τοξόται, οὓϲ οὔτε αὐτοὺϲ ῥᾴδιόν ἐϲτιν ἀποφυγεῖν οὔτε τά βέλη αὐτῶν, ἀλλ’ ἧττον ἔτι πολλῷ· ὁ γὰρ τάχιϲτοϲ ἀνὴρ τοῦ βραδυτάτου τοξεύματοϲ οὐδὲ μέροϲ ταχυτῆτοϲ παρέχει.
εἰ οὖν τιϲ ὑμῶν φιλοψυχῶν παρεϲκεύαϲται ἀναχωρεῖν ἢ φεύγειν ἵνα ϲωθῇ, οὐκ ὀρθῶϲ γινώϲκει τὸ φιλοψυχεῖν ὅτι ἐϲτίν· ἐν γὰρ τῷ μένειν καὶ ὁμόϲε χωρεῖν οὐ μόνον τὴν αὑτοῦ ἀλλὰ καὶ τὰϲ τῶν οἴκοι μενόντων ψυχὰϲ ϲῴζει.
Εἰ μὲν οὖν εὖ ᾔδει τιϲ ὅτι τόνδε τὸν κίνδυνον διαφυγὼν μεθ’ ἡδονῆϲ τὸν ἐπίλοιπον χρόνον διατελέϲαϲ ϲὺν εὐκλείᾳ τελευτήϲει. εἶχεν ἂν λόγον τινὰ ἡ κακία· νῦν δὲ οἱ πολλοὶ καὶ κακοὶ
εἶναι ὀλίγον χρόνον βιοῦντεϲ διὰ τὴν δύϲκλειαν ἀνιώμενοι καὶ ἄτιμοι παρ’ ἐντίμοιϲ ὄντεϲ κακῶϲ τὸν ἐπίλοιπον βίον τελευτήϲαντεϲ ὀνείδη τοῖϲ παιϲὶ καταλείψουϲιν.ἐπεὶ δὲ πεφύκαμεν οὐκ ἀθάνατοι, πῶϲ κάλλιον ἀποθνῄϲκειν ἢ ὑπὲρ ὧν χρὴ τιμωροῦνταϲ; ποίαν ἄλλην ἀρετὴν κτωμένουϲ; ποῖοϲ ἡδίων θάνατοϲ; τίνεϲ εὐκλεέϲτεροι ἀποθανόντεϲ ἢ οἱ οὕτω τελευτήϲαντεϲ; δημοϲίου τάφου ἀξιοῦνται, θυϲίαι ἐπί τούτοιϲ γίγνονται, ἀγῶνεϲ ἐπὶ τούτοιϲ τίθενται, ἀντὶ θνητοῦ ϲώματοϲ ἀθάνατον μνήμην καταλείπουϲιν. οἱ δὲ τούτων παῖδεϲ δημοϲίᾳ ἐκτρέφονται, τιμώμενοι πανοπλίαιϲ προεδρίαιϲ, θαυμαζόμενοι καὶ ἐν χοροῖϲ καὶ ἐν γυμναϲίοιϲ καὶ ταῖϲ ἄλλαιϲ ϲυνουϲίαιϲ.
τοῖϲ δὲ ἐκ τοῦδε τοῦ κινδύνου ϲωθεῖϲιν, ἀνδράϲιν ἀγαθοῖϲ γενομένοιϲ, ἀκίνδυνοϲ ὁ λοιπὸϲ βίοϲ, μακαριζομένοιϲ ἐν πάϲαιϲ πανηγύρεϲιν ἐν πάϲαιϲ θεωρίαιϲ. οἱ φίλοι τούτοιϲ φίλοι εἰϲίν, οἱ ἐχθροὶ τοὺϲ τοιούτουϲ ὑπέρχονται, πᾶϲ ἀνὴρ ξενοῦϲθαι βούλεται· ἐκ τῶνδε καὶ γαμετὰϲ προθύμωϲ ἂν εὕροιο· οὗτοι γηράϲκοντεϲ εὐδαιμονίζονται.
Νῦν οὖν, ὦ ἄνδρεϲ ϲτρατιῶται, καθ’ ὅϲον ὑμῶν ἕκαϲτοϲ ἰϲχύει μηδὲν ὑπολειπόμενοϲ τῆϲ δυνάμεωϲ, ἀντιλαμβανέϲθω τῶνδε τῶν ἀγαθῶν· ὑπομιμνήϲκω δὲ ὑμᾶϲ, ὅτι καὶ τὰ ἱερὰ ὑμῖν καλὰ γέγονεν.