The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἔργα Ποσειδάωνος ἰῇ συνέχευον ἀυτμῇ.
- αὐτοῦ καὶ μέγα σῆμα φίλοις ἀστοῖσιν ἐτύχθη
- Ἴλιος αἰθαλόεσσα· πυρὸς δʼ ὀλεσίπτολιν ἄτην
- Ξάνθος ἰδὼν ἔκλαυσε γόων ἁλιμυρέι πηγῇ,
- Ἡφαίστῳ δʼ ὑπόεικεν ἀτυζόμενος χόλον Ἥρης.
- οἱ δὲ Πολυξείνης ἐπιτύμβιον αἷμα χέαντες,
- υῆνιν ἱλασσάμενοι τεθνειότος Αἰακίδαο
- Τρωιάδας τε γυναῖκας ἐλάγχανον, ἄλλα τε πάντα
- χρυσὸν ἐμοιρήσαντο καὶ ἄργυρον· οἷσι βαθείας
- νῆας ἐπαχθήσαντες ἐριγδούπου διὰ πόντου
- ἐκ Τροίης ἀνάγοντο μόθον τελέσαντες Ἀχαιοί.