The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. κείνης, ᾗ μιν ἔδεκτο γυνὴ πρηεῖα Θεανώ.
  2. δειλὴ Λαοδίκη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης
  3. γαῖα περιπτύξασα κεχηνότι δέξατο κόλπῳ·
  4. οὐδέ σε Θησείδης Ἀκάμας οὐδʼ ἄλλος Ἀχαιῶν
  5. ἤγαγε ληιδίην, ἔθανες δʼ ἅμα πατρίδι γαίῃ.
  6. πᾶσαν δʼ οὐκ ἂν ἔγωγε μόθου χύσιν ἀείσαιμι
  7. κρινάμενος τὰ ἕκαστα καὶ ἄλγεα νυκτὸς ἐκείνης·
  8. Μουσάων ὅδε μόχθος, ἐγὼ δʼ ἅπερ ἵππον ἐλάσσω
  9. τέρματος ἀμφιέλισσαν ἐπιψαύουσαν ἀοιδήν.
  10. ἄρτι γὰρ ἀντολίηθεν ἀπόσσυτος Ὠκεανοῖο
  11. ἠρέμα λευκαίνουσα κατέγραφεν ἠέρα πολλήν,