The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἑσπέσθαι παρὰ βωμὸν ἀληθέος Ἀπόλλωνος
- ὕστερον, ὁππότε μιν ζαθέου δηλήμονα νηοῦ
- Δελφὸς ἀνὴρ ἐλάσας ἱερῇ κατέπεφνε μαχαίρῃ.
- ἡ δὲ κυβιστήσαντα διηερίων ἀπὸ πύργων—
- χειρὸς Ὀδυσσείης ὀλοὸν βέλος—ἀθρήσασα
- Ἀνδρομάχη μινύωρον ἐκώκυεν Ἀστυάνακτα.
- Κασσάνδρην δʼ ᾔσχυνεν Ὀιλῆος ταχὺς Αἴας
- Παλλάδος ἀχράντοιο θεῆς ὑπὸ γοῦνα πεσοῦσαν·
- ἡ δὲ βίην ἀνένευσε θεή, τὸ πρόσθεν ἀρηγὼν
- ἀνθʼ ἑνὸς Ἀργείοισιν ἐχώσατο πᾶσιν Ἀθήνη.
- Αἰνείαν δʼ ἔκλεψε καὶ Ἀγχίσην Ἀφροδίτη
- οἰκτείρουσα γέροντα καὶ υἱέα, τῆλε δὲ πάτρης
- Αὐσονίην ἀπένασσε· θεῶν δʼ ἐτελείετο βουλὴ
- Ζηνὸς ἐπαινήσαντος, ἵνα κράτος ἄφθιτον εἴη
- παισὶ καὶ υἱωνοῖσιν ἀρηιφίλης Ἀφροδίτης.
- τέκνα δὲ καὶ γενεὴν Ἀντήνορος ἀντιθέοιο
- Ἀτρείδης ἐφύλαξε, φιλοξείνοιο γέροντος,
- μειλιχίης προτέρης τίνων χάριν ἠδὲ τραπέζης
- κείνης, ᾗ μιν ἔδεκτο γυνὴ πρηεῖα Θεανώ.
- δειλὴ Λαοδίκη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης