The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἔκλυεν, οὐ Πηλῆος ὁρώμενος ἥλικα χαίτην
  2. ᾐδέσαθʼ, ἧς ὕπο θυμὸν ἀπέκλασεν ἠδὲ γέροντος
  3. καίπερ ἐὼν βαρύμηνις ἐφείσατο τὸ πρὶν Ἀχιλλεύς.
  4. σχέτλιος, ἦ μὲν ἔμελλε καὶ αὐτῷ πότμος ὁμοῖος
  5. ἑσπέσθαι παρὰ βωμὸν ἀληθέος Ἀπόλλωνος
  6. ὕστερον, ὁππότε μιν ζαθέου δηλήμονα νηοῦ
  7. Δελφὸς ἀνὴρ ἐλάσας ἱερῇ κατέπεφνε μαχαίρῃ.
  8. ἡ δὲ κυβιστήσαντα διηερίων ἀπὸ πύργων—
  9. χειρὸς Ὀδυσσείης ὀλοὸν βέλος—ἀθρήσασα
  10. Ἀνδρομάχη μινύωρον ἐκώκυεν Ἀστυάνακτα.
  11. Κασσάνδρην δʼ ᾔσχυνεν Ὀιλῆος ταχὺς Αἴας