The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- αὐχένας ἐς θάνατον δειλοῖς ὑπέβαλλον ἀκοίταις,
- αἱ δὲ φίλοις ἐπὶ παισί, χελιδόνες οἷάτε κοῦφαι,
- μητέρες ὠδύροντο· νέη δέ τις ἀσπαίροντα
- ἠίθεον κλαύσασα θανεῖν ἔσπευδε καὶ αὐτὴ
- οὐδὲ δορυκτήτοισιν ὁμοῦ δεσμοῖσιν ἕπεσθαι
- ἤθελεν, ἀλλʼ ἐχόλωσε καὶ οὐκ ἐθέλοντα φονῆα
- καὶ ξυνὸν λέχος ἔσχεν ὀφειλόμενον παρακοίτῃ.
- πολλαὶ δʼ ἠλιτόμηνα καὶ ἄπνοα τέκνα φέρουσαι
- γαστέρος ὠμοτόκοιο χύδην ὠδῖνα μεθεῖσαι
- ῥιγεδανῶς σὺν παισὶν ἀπεψύχοντο καὶ αὐταί.
- παννυχίη δʼ ἐχόρευσεν ἀνὰ πτόλιν, οἷα θύελλα,