The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- Ἑρμιόνην ποθέεις; ἔτι δὲ Τρώεσσιν ἀρήγεις;
- χάζεο καὶ θαλάμων ὑπερώιον εἰσαναβᾶσα
- σὺν πυρὶ μειλιχίῳ ποτιδέχνυσο νῆας Ἀχαιῶν.
- ὣς φαμένη κενεὴν ἀπάτην ἐκέδασσε γυναικός.
- καὶ τὴν μὲν θαλαμόνδε πόδες φέρον· οἱ δὲ χοροῖο
- παυσάμενοι καμάτῳ ἀδδηκότες ἤριπον ὕπνῳ.
- καὶ δή που φόρμιγξ ἀνεπαύσατο, κεῖτο δὲ κάμνων
- αὐλὸς ἐπὶ κρητῆρι, κύπελλα δὲ πολλὰ χυθέντα
- αὐτομάτως ῥείεσκε καθελκομένων ἀπὸ χειρῶν.
- ἡσυχίη δὲ πόλιν κατεβόσκετο, νυκτὸς ἑταίρη,
- οὐδʼ ὑλακὴ σκυλάκων ἠκούετο, πᾶσα δὲ σιγὴ