The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀλγεινοὶ κατέχοντες ἐεργμένα δάκρυα σιγῇ.
  2. ἔστενε μὲν Μενέλαος, ἐπεὶ κλύε Τυνδαρεώνης,
  3. κλαῖε δὲ Τυδείδης μεμνημένος Αἰγιαλείης,
  4. οὔνομα δʼ ἐπτοίησεν Ὀδυσσέα Πηνελοπείης,
  5. Ἄντικλος δʼ ὅτε κέντρον ἐδέξατο Λαοδαμείης,
  6. μοῦνος ἀμοιβαίην ἀνεβάλλετο γῆρυν ἀνοίξας·
  7. ἀλλʼ Ὀδυσεὺς κατέπαλτο καὶ ἀμφοτέρῃς παλάμῃσιν
  8. ἀμφιπεσὼν ἐπίεζεν ἐπειγόμενον στόμα λῦσαι.
  9. μάστακα δʼ ἀρρήκτοισιν ἀλυκτοπέδῃσι μεμαρπὼς
  10. εἶχεν ἐπικρατέως· ὁ δʼ ἐπάλλετο χερσὶ πιεσθείς,
  11. φεύγων ἀνδροφόνοιο πελώρια δεσμὰ σιωπῆς.