The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- οὐκ ἔθελον σὺν τοῖσι, μένειν δʼ ἐκέλευον ἑταίρους·
- οἱ δὲ νοοπλήγεσσιν ἀτασθαλίῃσι δαμέντες
- εἵματα μέν μʼ ἀπέδυσαν, ἀεικελίῃσι δʼ ἱμάσθλαις
- πᾶν δέμας οὐτήσαντες ἐπὶ ξείνῃ λίπον ἀκτῇ.
- ἀλλά, μάκαρ, πεφύλαξο Διὸς σέβας ἱκεσίοιο·
- χάρμα γὰρ Ἀργείοισι γενήσομαι, εἴ κεν ἐάσῃς
- χερσὶν ὕπο Τρώων ἱκέτην καὶ ξεῖνον ὀλέσθαι.
- αὐτὰρ ἐγὼ πάντεσσιν ἐπάρκιος ἔσσομαι ὑμῖν
- μηκέτι δειμαίνειν πόλεμον παλίνορσον Ἀχαιῶν.
- ὣς φάτο· τὸν δʼ ὁ γέρων ἀγανῇ μειλίξατο φωνῇ·
- ξεῖνε, σὲ μὲν Τρώεσσι μεμιγμένον οὐκέτʼ ἔοικε