The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πιστὸς ἀτεκμάρτοιο δόλου πυλαωρὸς Ὀδυσσεύς.
  2. αὐτὸς δʼ ἐν κεφαλῇ σκοπὸς ἕζετο· τὼ δέ οἱ ἄμφω
  3. ὀφθαλμὼ ποθέοντες ἐλάνθανον ἐκτὸς ἐόντας.[*](v.l. ἐόντες.)
  4. Ἀτρείδης δʼ ἐκέλευσεν ὑποδρηστῆρας Ἀχαιοὺς
  5. λῦσαι λάινον ἕρκος ἐυγνάμπτοισι μακέλλαις,
  6. ἵππος ὅπερ κεκάλυπτο· θέλεν δέ ἑ γυμνὸν ἀᾶσαι,
  7. τηλεφανὴς ἴνα πᾶσιν ἑὴν χάριν ἀνδράσι πέμποι.
  8. καὶ τὸ μὲν ἐξελάχαινον ἐφημοσύνῃ βασιλῆος.
  9. ἠέλιος δʼ ὅτε νύκτα παλίνσκιον ἀνδράσιν ἕλκων
  10. ἐς δύσιν ἀχλυόπεζαν ἑκηβόλον ἔτραπεν ἠῶ,
  11. δὴ τότε κηρύκων ἀπεκίδνατο λαὸν ἀυτὴ
  12. φεύγειν ἀγγελέουσα καὶ ἑλκέμεν εἰς ἅλα κοίλην
  13. νῆας ἐυκραίρους ἀνά τε πρυμνήσια λῦσαι.
  14. ἔνθα δὲ πευκήεντος ἀνασχόμενοι πυρὸς ὁρμὴν
  15. ἕρκεά τε πρήσαντες ἐυσταθέων κλισιάων
  16. νηυσὶν ἀνεπλώεσκον ἀπὸ Ῥοιτειάδος ἀκτῆς
  17. ὅρμον ἐς ἀντιπέραιον ἐυστεφάνου Τενέδοιο
  18. γλαυκὸν ἀναπτύσσοντες ὕδωρ Ἀθαμαντίδος Ἕλλης.
  19. μοῦνος δὲ πληγῇσιν ἑκούσια γυῖα χαραχθεὶς
  20. Αἰσιμίδης ἐλέλειπτο Σίνων, ἀπατήλιος ἥρως,