The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. Αἴας δʼ αὐτοφόνῳ βριαρὸν δέμας ἕλκεϊ λύσας
  2. φάσγανον ἐχθρὸν ἔλουσε μεμηνότος αἵματος ὄμβρῳ.
  3. Τρωσὶ δὲ λωβητῆρσιν ἐφʼ Ἕκτορος ἑλκυθμοῖσι
  4. μυρομένοις οὐ μοῦνον ἔην ἐπιδήμιον ἄλγος,
  5. ἀλλὰ καὶ ἀλλοθρόοις ἐπὶ πένθεσι κωκύοντες
  6. δάκρυσιν ἠμείβοντο πολυγλώσσων ἐπικούρων.
  7. κλαῖον μὲν Λύκιοι Σαρπηδόνα, τόν ποτε μήτηρ
  8. ἐς Τροίην μὲν ἔπεμψεν ἀγαλλομένη Διὸς εὐνῇ,
  9. δουρὶ δὲ Πατρόκλοιο Μενοιτιάδαο πεσόντα